Ancient Greek
1.34
Georgius Cedrenus, Compendium Historiarum 1.34
Unproofread scanNot analysed yet
καὶ μέρος τῆς Ἀσίας τὴν Ἰωνίαν καλουμένην, ποταμὸν δὲ Τίγριν, διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυλωνίας. Ἐν τούτοις οὐν πληροῦται τὰ τοῦ Ἰάφεθ ὅρια διὰ τὸ εἰρηκέναι τὴν Γραφήν «Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ·» τὴν πᾶσαν γὰρ Εὐρώπην καὶ μέρος οὐ μικρὸν τῆς μεγάλης Ἀσίας ἀπηνέγκατο· διὸ καὶ εἴρηται, «καὶ κατασκηνώσαι ἐν τοῖς σκηνώμασι τοῦ Σήμ.» Οὐ μόνον δὲ, ἀλλὰ καὶ κατὰ ἀναγωγικὸν τρόπον, ὅτι πᾶσα ἡ μερὶς τοῦ Ἰάφεθ σχεδὸν τῷ βαπτίσματι καὶ τῇ εἰς Χριστὸν πίστει προσετέθη, ἅτινά ἐστι σκηνώματα τοῦ Σὴμ, ἐπεὶ καὶ ἐξ αὐτοῦ ὁ Ἀβραὰμ καὶ οἱ πατριάρχαι, ἐξ ὧν καὶ αἱ λοιπαὶ γενεαρχίαι ἕως Χριστοῦ ἡγουμένου σαφῶς γενεαλογοῦνται. Τοῦ δὲ Χὰμ πλεῖστα μέχρι καὶ νῦν ἔθνη ἐστὶν ἐν ἀποστασία. κατά γε τὰς Ἰν δίας καὶ Αἰθιοπίας καὶ Μαυριτανίας· ἐν οἷς καὶ αἱ Ἀῤῥαβίαι καὶ Ἰδουμαία κατὰ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ θρασύνονται, τῇ τοῦ Χὰμ καὶ τοῦ Χαναὰν κατάρᾳ καθυποβεβλημένοι· διὸ καὶ παῖδα οἰκέτην τὸν Χὰμ τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ ἡ Γραφὴ ἀπεφήνατο, διὰ τοῦ Χαναὰν τοῦ υἱοῦ καὶ αὐτὸν σημαίνου. σα. Ὃτι δύο κατακλυσμοὶ κατὰ τὴν Ἑλλάδα γῆν διαβεδοημέναι γεγόνασι, πρῶτος μὲν ἐπὶ Ὡγύγου ἐν τῇ Ἀττικῇ, χρόνοις δὲ ὕστερον σμη ἐν Θετταλίᾳ ἐπὶ Δευκαλίωνος βασιλεύοντος Ἀθήνησι, δευτέρου Κραναοῦ αὐτόχθονος. Τούτου τοῦ κατακλυσμοῦ, τοῦ ἐπὶ Δευκαλίωνος δηλονότι, δοκοῦσι μεμνῆσθαι καὶ Αἰγύπτιοι, φάσκοντες τὴν χώραν αὐτῶν μὴ κατακεκλύσθαι. Καὶ δικαίως φιλονεικοῦσι μὴ κατακεκλύσθαι τότε τὴν Αἴγυπτον· τοπικὸς γὰρ γέγονεν οὺτος ὁ κατακλυσμός. Τὸν γὰρ πρότερον ἤτοι τὸν καθολικὸν κατακλυσμὸν οὐδὲ γινώσκουσιν· οὕπω γὰρ ἦν ὁ πατριάρχης αὐτῶν γεννηθείς. Χἀμ δὲ ὁ υἱὸς τοῦ Νῶε πατὴρ ἦν Μεστρέμ, ἀφ´ οὗ Αἰγύπτιοι Ὅτι τὸν Νεβρὼδ ἀποθεώσαντες οἱ Ἀσσύριοι ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ ἔταξαν, καὶ καλοῦσιν Ὠρίωνα. Οὗτος κατέδειξε τὴν κυνηγετικήν· διὸ καὶ τὸν καλούμενον κύνα ἄστρον τῷ Ὠρίωνι συνῆψαν Τῦτον καλοῦσιν καὶ Κρόνον εἰς τὴν ἐπωνυμίαν τοῦ πλάνητος. Ὃτι διαμερισθέντων τῶν ἐθνῶν ἀνεφάνη τις ἀνὴρ Ἰνδὸς, ἐκ τοῦ γένους Ἀρφαξὰδ, τοὔνομα Ἀνδουόάριος, ὃς παρέδωκε τοῖς Ἰνδοῖς ἀστρονομίαν. ΠΡ. ὄ] Ὅτι τῷ δισχιλιοστῷ πεντακοσιοστῷ ὀγδοηκοστῷ σʹ ἔτει διοδεύων Καῖνᾶν ἐν τῷ πεδίω εὗρε τὴν γραφὴν τῶν γιγάντων καὶ ἔκρυψε παρ´ ἑαυτῷ, καὶ αὐτὸς μὲν ἐν αὐτοῖς ἐξημάρτανε, καὶ τοὺς ἄλλους τὴν αὐτὴν ἀτοπίαν ἐξεπαίδευσεν. Οἱ δὲ τὸν Σάλα φασὶ ταύτην εὐρηκέναι. Ὅτι ἐν τῷ ὄρει τοῦ Λιβάνου ἰχθύες θαλάσσης εὑρέθησαν, ἐν κοίλοις τόποις ὑδάτων, τὴν τοῦ κατακλυσμοῦ πιστούμενοι πανωλεθρίαν. Ὅτι πρῶτος Λάμεχ πρὸ τοῦ ἰδίου πατρὸς τελευτᾷ, ἤγουν τοῦ Μαθουσάλα. Ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ, κατὰ τοὺς Ἑβδομήκοντα, ἔτη βσμβ, οἷς καὶ ἡ ἀλήθεια ἐπιμαρτυρεῖ καὶ αἱ ἀνέκαθεν πάσαις ταῖς Ἐκκλησίαις ἐπικρατήσασαι παραδόσεις, ἐπὶ δὲ τὸ πρῶτον