Ancient Greek
1.346
Georgius Cedrenus, Compendium Historiarum 1.346
Unproofread scanNot analysed yet
τὸν θαυμαστὸν καὶ περὶ ποίησιν ἐπῶν ἀξιόλογον ἄνδρα Πελάγιον τὸν πατρίκιον, ἐλευθεροστομεῖν εἰδότα, ὡς ορόνιμον καὶ δίκαιον καὶ φανερῶς ἐλέγχοντα τὰς ἀθεμίτους Ζήνωνος πράξεις· ὃς ἐν τῷ μέλλειν ἀδίκως τελευτᾷν τοιάσδε φωνὰς ἠφίει πρὸς τὸν τῶν ὅλων Θεὸν, εἰς οὐρανὸν τὰς χεῖρας ἀναπετάσας· Δἶ, Θεὲ δικαιότατε, ἐμοὶ μὲν ἐπάγεται βίαιος θάνατος, διότι τὰς πολλὰς βίας Ζήνωνος ἐλευθεροστομῶν ἀνέστελλον, καὶ ὅτι τὸν ἠλίθιον ἀδελφὸν αὐτοῦ οὐ συνεχώρουν βασιλέα γενέσθαι· σὺδὲ, Δέσποτα παντοδύναμε, ᾧ μέλει τὰ τοῦ δικαίου, θᾶττον αὐτοῖς τῆς μιαιφονίας ἀπαιτήσεις τὰς εὐθύνας. Τούτου φέρεται ἱστορία δι´ ἐπῶν γεγραμμένη ἀπὸ Αὐγούστου Καίσαρος. Τούτου πόνημα καὶ τὰ καλούμενα Ὁμηρόκεντρα καὶ ἄλλα μυρία θαύματος ἄξια. Τὰ ὅμοια δὲ πέπονθε, καὶ Ζώσιμος ὁ Γαζαῖος ῥήτωρ καὶ Ἀρκάδιος ὁ ἔπαρχος καὶ ἄλλοι τῶν ἐπισήμων. Τοιούτου γὰρ καὶ τοσούτου γεγονότος τοῦ Ζήνωνος ἔν τε φόνοις καὶ ἀθεμίτοις πράξεσιν, οὐκ ἠμέλησε τὸ Θεῖον εἰς τὴν τούτου[. ὅβὔ] ἀναίρεσιν, ἀλλὰ σφοδραῖς καὶ ἀδιαγνώστοις ὀδύναις πᾶν τὸ σῶμα περιβαλὸν βιαίως τοῦ ζῇν ἀπεστέρησε. Λόγος δὲ ἐφέρετο ὅτι ἔκ τινος θείας δυνάμεως ἐκαρατομήθη ἀοράτως, μόνης τῆς δέρεως τῷ τραχήλῳ συνημμένης. Τῆς οὖν γαμετῆς αὐτοῦ καὶ τῶν θαλαμηπόλων τῆς οἰκείας ἀσφαλείας προνοουμένων, εἴασαν τὸν νεκρὸν κείμενον γυμνὸν ἐπὶ σανίδος, καὶ μόλις ἀμφὶ τὸν ὄρθρον τῶν οὐ προσηκόντων τις ἔῤῥιψεν αὐτῷ σινδόνα. Μετὰ δὲ τὸ κατατεθῆναι αὐτὸν ἐν τῷ τάφῳ ἔφασαν οἱ σωματοφύλακες οἱ ἐν τῷ τάφῳ τεταγμένοι γοερὰν φωνὴν ἐπὶ δύο νύκτας ἀποδίδοσθαι ἐκ τοῦ μνήματος αὐτοῦ· Ἐλεήσατε, ἐλεήσατε, καὶ ἀνοίξατέ μοι. Τῶν δὲ εἰπόντων. ὅτι Ἄλλος βασιλεύει, ἔφη· Οὐδέν μοι μέλει· εἰς μοναστήριον ἀπαγάγετέ με. Τῶν δὲ μὴ ἀνοιξάντων, λέγεται μετά τινα χρόνον τὸ μνημεῖον ἀνοιγῆναι, καὶ εὐρεθῆναι αὐτὸν ὑπὸ πείνης φαγόντα τοὺς βραχίονας αὐτοῦ καὶ τὰ καλίχια ἃ ἐφόρει, διὰ τὸ συχνῶς τῷ κατόχῳ νοσήματι κρατεῖσθαι, καὶ προφιλιωθῆναι ἕτι ζῶντος αὐτοῦ τὴν Ἀριάδνην τῷ Ἀναστασίῳ, ὅθεν καὶ οἱ φύλακες τῶν βασιλικῶν μνημάτων τῇ παραγγελίᾳ αὐτῆς πρὸς τὸ μὴ ἀνοιγῆναι τὸν Ζήνωνα ἐτυπώθησαν ἔκτοτε. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις Περόζης ὁ τῶν Περσῶν βασιλεὺς πάλιν ἐπιστρατεύσας ἐπὶ τοὺς λευκοὺς Οὕννους τοὺς Νεφθαλίτας ἀπώλετο πανστρατί. Ὁρύξαντες γὰρ τάφρον βαθεῖαν καὶ καλάμους ἐπιθέντες καὶ γῆν ἐπιχώσαντες ἔμειναν ἔνδον, ὁλίγους δὲ ὑπαντῆσαι τούτοις ἀφέντες, καὶ αὖθις εἰς φυγὴν τραπέντες καὶ τὰ στενὰ διαβάντες, ἃ σφίσι γνώριμα