Ancient Greek
1.348
Georgius Cedrenus, Compendium Historiarum 1.348
Unproofread scanNot analysed yet
ύου ἔχω ἔν τινι χωρίῳ. Ὁ δὲ Καβάδης νυκτὸς ἐπιλαβούσης πείθει τὴν γυναῖκα τὴν ἐσθῆτα αὐτῆς αὐτῷ ἀλλάξασθαι, καὶ ἐξελθεῖν μὲν αὐτὸν, ἐκείνην δὲ ἐν τῇ φυλακῇ καθέζεσθαι. Καὶ οὕτω Καβάδης ἐξελθὼν τοῦ δεσμωτηρίου καὶ ἵππῳ ἐπιβὰς σὺν τῷ Σεσώσῃ πρὸς Οὕννους τοὺς Νεφθαλίτας ἀφίκετο. Ὁ δὲ τούτων βασιλεὺς τὴν θυγατέρα αὐτοῦ δίδωσιν εἰς γυναῖκα αὐτῷ, καὶ στράτευμα δοὺς πολὺ ἐπὶ Πέρσας ἐξέπεμψεν. Εἰσβαλὼν δὲ εἰς Περσίδα ἐν οὐδενὶ πόνῳ τῆς βασιλείας ἐκράτησε, καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐκτυφλώσας εἰς φυλακὴν ἐνέβαλε. Τὴν δὲ βασιλείαν ἀσφαλῶς διεφύλαξενἦν γὰρ ἀγχίνους καὶ δραστήριος, καὶ ἐκράτει μετὰ ταῦτα ἔτη ιαʹ, καταλύσας τοὺς νόμους πάντας οὓς προεξέθετο. [Ρ. ὅβΤ] Μετὰ τὴν Ζήνωνος τελευτὴν ἡ βασίλισσα καὶ ἡ σύγκλητος καὶ τὸ στράτευμα Ἀναστάσιον τὸν Σιλεντιάριον ἀναγορεύουσι βασιλέα, τῆς τῶν Ἀκεφάλων ἤτοι Συγχυτικῶν ὄντα αἱρέσεως. Ἢν δὲ τῷ σώματι μήκιστος, τοὺς ὀφθαλμοὺς ἔχων χαροποὺς καὶ γλαυκοὺς μετρίως, φαλακρὸς ἠρέμα καὶ πολιός. Ἄγει δὲ αὐτὸν ἐπὶ τὴν μοναρχίαν Οὐρβίκιος εὐνοῦχος, τότε μεγίστην παρὰ τῆς βασιλείας ἔχων δύναμιν. Μετὰ δὲ τὴν ἀγαγόρευσιν ἀπαιτεῖται ὁμολογίαν παρὰ Εὐθυμίου τοῦ πατριάρχου πρὸς τὸ μὴ σαλεῦσαί τι τῆς Ἐκκλησίας καὶ τῆς πίστεως, ἀνάξιον αὐτὸν ἀποκαλῶν τῆς τῶν Χριστιανῶν βασιλείας. Βιαζομένης δὲ αὐτὸν Ἀριάδνης καὶ τῆς συγκλήτου δίδωσιν αὐτοῦ τὸ ἰδιόχειρον τῷ πατριάρχη. κυροῦν τὰ τῆς ἐν Χαλκηδόνι συνόδου ὑπὲρ τῆς πίστεως δόγματα, καὶ οὕτω στεφθείς Ἀριάδνην ἄγεται εἰς γάμον, οὔπω πρότερον γαμετῇ συνοικήσας. Ἐκράτησε δὲ ἔτη κζ μῆνας δʹ. Ἐπὶ τούτου Μανιχαῖοι καὶ Ἀρειανοὶ ἔχαιρον, Μανιχαῖοι μὲν ὡς μητρὸς τοῦ βασιλέως ζηλωτρίας οὔσης καὶ προσφιλοῦς αὐτοῖς, Ἀρειανοὶ δὲ ὡς Κλέαρχον τὸν θεῖον αὐτοῦ, ἀδελφὸν τῆς κακόφρονος μητρὸς αὐτοῦ, ὁμόδοξον ἔχοντες. Τούτου τῷ πρώτῳ ἔτει Εὐθύμιος ὁ Κωνσταντινουπόλεως, συναγαγὼν τοὺς ἐνδημοῦντας ἐπισκόπους, τὴν ἐν Χαλκηδόνι ἀγίαν σύνοδον ἐκύρωσε. Τούτου τοῦ Ἀναστασίου τὸ τῆς βασιλείας σχῆμα λαβόντος ἐν τῷ τοῦ ἱπποδρόμου καθίσματι ἅπας ὁ δῆμος ὡς ἐξ ἑνὸς στόματος εὐθυβόλως ἐβόησεν· Ὦς ἔζησας, οὕτω καὶ βασίλευσον, δέσποτα. Πρὸ ᾠδῶν γὰρ ἀλεκτρυόνων εἰς ἐκκλησίαν φοιτῶν ἄχρι τῆς ἀπολύσεως ἵστατο ἐξιλεούμενος τὸ θεῖον, νηστεύων πολλὰ καὶ τὰ προσόντα αὐτῷ πένησι καὶ πτωχοῖς διαδιδούς. Οὗτος τοὺς δηλάτορας ἐκ τῆς πόλεως τελείως ἐξέκοψεν. Ἀφῆκε δὲ καὶ τὸ τέλος τοῦ λεγομένου χρυσαργύρου. Ὁ δὲ χρυσάργυρος τοιοῦτόν τι πρᾶγμα ἦν· πᾶς πενόμενος καὶ προσαιτῶν καὶ πᾶσα πόρνη καὶ ἀπολελυμένη καὶ πᾶς δοῦλος καὶ ἀπελεύθερος συνεισφορὰν ἐποιοῦντο κοινὴν πρὸς τὸ δημόσιον ὑπὲρ οὔρου καὶ κοπρίας κτηνῶν τε καὶ κυνῶν τῶν ἐν ἀγροῖς καὶ πόλεσι διατριβόντων· καὶ ὁ μὲν ἄνθρωπος νόμισμα ἀργυροῦν συνεισέφερεν,