Ancient Greek
1.353
Georgius Cedrenus, Compendium Historiarum 1.353
Unproofread scanNot analysed yet
τῶν ἐκκλησιῶν προστάτας μὴ κόλαζε Ὁ δὲ κατῃσχύνθη καὶ ἔμεινεν ἄφωνος. Ὁ δέ γε σοφὸς ἐπίσκοπος πενέστατος ὤν οὐκ ἠθέλησε παρὰ τοῦ Βασιλέως λαβεῖν ἕως ὀβολοῦ· οὕτως ἦν ἐλεύθερος καὶ μόνης τῆς εἰς Θεὸν πίστεως καὶ εὐσεβείας περιποιούμενος ΠΡ. ὅθα] Μεταξὺ Ἰνδῶν καὶ Περσῶν κάστρον ἐστὶν ὀνομαζόμενον Τζουδάδερ, ἐν ᾧ πολλὰ χρήματα καὶ μαργαρῖται καὶ λίθοι τίμιοι ἀποκείμενοι ἦσαν καὶ πὸ δαιμόνων ἐφυλάττοντο. Τοῦτο Καβάδης μαθὼν ἐζήτει λαβεῖν. Καὶ ὑπὸ τῶν δαιμόνων κωλυόμενος κινεῖ τὴν τῶν παρ´ αὐτοῦ μάγων πᾶσαν ἐπίνοιαν, ἔπειτα καὶ τῶν Ἰουδαίων, καὶ τοῦ σκοποῦ ἀποτυγχάνει, Πεισθεὶς δὲ διὰ τῆς πρὸς τὸν Θεὸν εὐχῆς τῶν Χριστιανῶν τούτου κυριεῦσαι, ἐπίσκοπόν τινα Χριστιανὸν ἀπὸ τῶν ἐν Περσίδι περὶ τούτου παρεκάλεσεν, ὃς σύναξιν ἐπιτελέσας καὶ τῶν θείων μυστηρίων μεταλαβὼν, προσελθὼν τῷ τόπῳ τοὺς ἐκεῖσε δαίμονας ἐξεδίωξε καὶ τῷ Καβάδῃ τὸ κάστρον ἀπόνως παρέδωκεν. Ἐν τούτῳ Καβάδης καταπλαγεὶς πρωτοκαθεδρίᾳ τὸν ἐπίσκοπον ἐτίμησεν, ἕως τότε Μανιχαίων καὶ Ἰουδαίων προκαθεζομένων, καὶ ἄδειαν παρέσχε τοῖς βουλομένοις βαπτίζεσθαι. Πρὸ μικροῦ δὲ τῆς τελευτῆς Ἀναστασίου, ἐπιβουλῆς αὐτῷ μηνυθείσης, συνέσχε πολλος καὶ ἀπώλεσεν· ἐν οἷς καὶ Ἰουστῖνος ἦν καὶ Ἰουστινιανός. Μέλλων οὖν ἐξαφανίζειν τοὺς ἄνδρας, παρέστη αὐτῷ τις κατ´ ὄναρ φοβερὸς λέγων· Τοὺς μὲν λοιποὺς τῶν σῶν ἐπιβούλων, ὧ βασιλεῦ, συνεχωρήθη σοι ἀφανίσαι, Ἰουστῖνον δὲκαὶ Ἰουστινιανὸν μηδαμῶς ἀδικήσῃς· οὐδὲ γὰρ θέλων δυνήσῃ. Τοῦ δὲ φήσαντος ὅτι καθοσιώσει εἰσὶν ὑποβεβλημένοι βασιλικῇ, ἔφη πρὸς αὐτόν· Σκεύη εἰσὶ χωρητικὰ τῆς τοῦ Θεοῦ βουλῆς τε καὶ προνοίας, καὶ μέλλουσιν ὑπουργῆσαι τῷ Θεῷ ἕκαστος ἐν τοῖς καιροῖς αὐτῶν. Καὶ δὴ ἀφῆκεν αὐτοῖς ἀμφοτέροις Ἀναστάσιος τὸ τῆς καθοσιώσεως ἔγκλημα. Συνέβη δὲ πάντα γενέσθαι καθὼς ὁ φανεὶς ἀπεφθέγξατο· μετὰ γὰρ τὴν τελευτὴν Ἀναστασίου καὶ ἀμφότεροι κατὰ καιροὺς αὐτῶν ἐβασίλευσαν. Τῷ κζʹέτει Ἀναστάσιος εἶδεν ἐν ὁράματι ἄνδραφοβερὸν βαστάζοντα κώδικα, ὃν ἀναπτύξας, καὶ εὑρὼν τὸ ὄνομα αὐτοῦ τοῦ βασιλέως, εἶπεν αὐτῷ· Ἱδοὺ διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω τεσσαρεσκαίδεκα ἔτη, καὶ ἀπήλειψεν αὐτά. Διυπνισθεὶς δὲ προσεκαλέσατο Ἀμάνσιον τὸν πραιπόσιτον, καὶ εἶπεν αὐτῷ τὸ ὅραμα. Ὁ δὲ εἶπεν ὅτι Κἀγὼ ἐθεασάμην ὅτι παρισταμένου τῷ κράτει σου χοῖρος μέγας ἐλθὼν καὶ δραξάμενός μου τῆς χλαίνης κατέῤῥαξέ με εἰς τὴν γῆν καὶ ἀνάλωσεν. Ἐλθόντος δὲ τοῦ ὀνειροκρίτου Πρόκλου, ἤκουσαν ὅτι καὶ ἀμφότεροι μετ´ οὐ πολὺ τελειοῦσθε. Ἐπεὶ δὲ κεχρημάτιστο διὰ πυρὸς αὐτὸν τὴν ἀμείλικτον αὐτοῦ ψυχὴν ἀποῤῥῆξαι, τὴν ἐν τῷ παλατίῳ κινστέρναν τὴν λεγομένην ψυχρὰν εἰς πολλὰ στόμια διανοίξας καὶ κάδδους ἐν ἑκάστῳ[Ρ. ὅθῦ] παραθεὶς ἔσπευδε τὴν τοιαύτην περὶ αὐτοῦ προφητείαν ψευδῆ ἀποδεῖξαι. Ἀλλ´ ἐματαιώθη διὰ κενῆς ὁ δείλαιος· καὶ γὰρ θείῳ σκηπτῷ κεραυνωθεὶς ἐμβρόντητος γέγονεν,