Ancient Greek
1.355
Georgius Cedrenus, Compendium Historiarum 1.355
Unproofread scanNot analysed yet
ταραχὰς ἐμποιοῦντες καὶ φόνους πολλούς. Ἦλθε δὲ τὸ κακὸν τῆς ἀταξίας ἀπὸ Ἀντιοχείας. Καὶ οὐ μόνον τοὺς ἀπαντῶντας πρασίνους ἔσφαζον, ἀλλὰ καὶ τοὺς κατ´ οἶκον κρυπτομένους, μὴ δυναμένων τῶν Κἀρχόντων ποιῆσαι ἐκδίκησιν. Ταῦτα ἐπράττετο ἕως ἑξ ἐνιαυτῶν Ἰουστίνου. Τῷ γʹ ἕτει Ἰουστῖνος μετὰ Καβάδη τοῦ τῶν Περσῶν βασιλέως εἰρήνην ποιήσας τὰ περὶ τῆς πίστεως διορθοῦν ἐσπούδαζε. Τῷ δ´ ἔτει τὸ Δυῤῥάχιον ὑπὸ θεομηνίας ἔπαθε, καὶ ἡ τῆς Ἑλλάδος Κόρινθος· ἂς μεγάλως ἀνενεώσατο ὁ βασιλεὺς καὶ ἐφιλοτιμήσατο. Τῷ εʹ ἔτει Τζάθος ὁ τῶν Λαζῶν βασιλεὺς ἀποστατήσας τῆς τῶν Περσῶν βασιλείας ἦλθε πρὸς Ἰουστῖνον εἰς τὸ Βυζάντιον, καὶ παρεκάλεσε γενέσθαι Χριστιανὸν καὶ ὑπ´ αὐτοῦ ἀναγορευθῆναι βασιλέα τῶν Λαζῶν. Ὁ καὶ μετὰ χαρᾶς ἐποίησε, καὶ υἱὸν ἀνηγόρευσε, καὶ γυναῖκα εὐγενῆ Ῥωμαίαν δέδωκεν, ἣν καὶ εἰς τὴν ἰδίαν χώραν ἀπεκόμισεμετόά χαρᾶς, καὶ δῶρα ἔλαβεπολλά. Γνοὺς δὲ τοῦτο Καβάδης δηλοῖ Ἰουστίνῳ ὅτι φιλίας καὶ εἰρήνης μεταξὺ ἡμῶν οὔσης τὰ ἐχθρῶν πράττεις καὶ τοὺς ὑπὸ τὴν ἐξουσίαν τῶν Περσῶν ὄντας προσλαμβάνῃ. Ὁ δὲ βασιλεὺς ἀντιδηλοῖ αὐτῷ· Ἡμεῖς τινὰ τῶν ὑποκειμένων τῇ βασιλείᾳ σου οὐ προσελαβόμεθα. Ὁ δὲ Τζάθος προσῆλθεν ἡμῖν ῥυσθῆναι τοῦ μυσαροῦ ἑλληνισμοῦ καὶ τῶν ἀσεβῶν θυσιῶν καὶ τῆς τῶν δαιμόνων πλάνης, καὶ γενέσθαι Χριστιανὸς, καὶ τὸν ἀληθῆ ἐπιγνῶναι Θεόν. Τοῦτον ἡμεῖς βαπτίσαντες ἀπελύσαμεν εἰς τὴν ἰδίαν χώραν. Ἔκτοτε λοιπὸν πάλιν γέγονε ἔχθρα μεταξὺ Ῥωμαίων καὶ Περσῶν. Τούτω τῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν ἐν Νεγρᾷ τῇ πόλει ἐπράχθη ὑπὸ τῶν Ὁμηριτῶν, καὶ ὁ πόλεμος Ἐλεσβαὰν τοῦ βασιλέως τῶν Αἰθιόπων πρὸς τοὺς Ὁμηρίτας, καὶ ἡ νίκη αὐτοῦ. Τῷ ϛʹ ἔτει Καβάδης ὁ τῶν Περσῶν βασιλεὺς τοὺς ὧπὸ τὴν ἐνορίαν αὐτοῦ Μανιχαίους κατέσφαξεν. Ἰουστῖνος δὲ σάκρα πανταχοῦ πέμψας τοὺς ποιοῦντας ἀταξίαν ἀναιρεῖσθαι προσέταξε καὶ τὰ ὑπάρχοντα αὐτῶν δημεύεσθαι, καὶ τοὺς δημίους εἰρήνευσε πολλοὺς κακώσας. Ἔστεψε δὲ Θεοδώραν τὴν γυναῖκα αὐτοῦ Αὐγοῦσταν, τῆς Εὐφημίας ἤδη τελευτησάσης. Τὸν δὲ Στκοῦνδον ὕπατον πατρίκιον καὶ στρατηγὸν Ἀνατολῆς ἐποίησε διὰ τοὺς Πέρσας καὶ τὰς τῶν Σαρακηνῶν ἐπιδρομὰς, ὃς διωγμὸν μέγαν ἐποιήσατο κατὰ Μανιχαίων καὶ ἐτιμωρήσατο πολλούς.