Ancient Greek
1.359
Georgius Cedrenus, Compendium Historiarum 1.359
Unproofread scanNot analysed yet
δὲ πάντα τα των Οὕννων ἰνδάλματα καὶ ἐχώνευσεν. Ἐπὶ τούτῳ χολώσαντες οἱ Οὗννοι μετὰ καὶ τοῦ ἀδελφοῦαὐτοῦ τοῦ Μοαγέρα ἐφόνευσαν αὐτὸν, καὶ ἐποίησαν ῥῆγα τὸν Μοαγέραν. [θ] Ἐλθόντες δὲ εἰς Βόσπορον ἀπέκτειναν τὸν τριβοῦνον Δαλματίας καὶ τοὺς στρατιώτας. Ταῦτα ἀκούσας ὁ βασιλεὺς τὸν ἀπὸ ὑπάτων Ἰωάννην τὸν υἱὸν τοῦ πατρικίου Ῥουφίνου ἀπέστειλε μετὰ βοηθείας Σκυθικῆς πολλῆς καὶ Γώδιλαν διὰ γῆς ἀπὸ Ὀδησσοῦ πόλεως, καὶ Βαδύριον στρατηγόν. Καὶ ἀκούσαντες οἱ Οὗννοι ἀφανεῖς γεγόνασι, καὶ γέγονεν εἰρήνη ἐν Βοσπόρῳ, καὶ ἐκράτησαν αὐτῶν οἱ Ῥωμαῖοι ἀφόβως. Ὡ δὲ βασιλεὺς Ἰουστινιανὸς πάσας τὰς ἐκκλησίας τῶν αἱρετικῶν δέδωκε τοῖς ὀρθοδόξοις, χωρὶς τῶν ἐξωκιονιτῶν Ἀρειανῶν. Τύπον δὲ δέδωκε περὶ τῶν ἐπισκόπων καὶ οἱκονόμων καὶ ὀρφανοτρόφων καὶ ξενοδόχων, ὥστε μὴ κληρονομεῖσθαι εἰ μὴ ἃ πρὸ τοῦ γενέσθαι εἶχον ἐν τῇ ἰδίᾳ ὑποστάσει, εἰς ταῦτα ἵνα διατίθενται, ἀφ´ ἧς δὲ ὥρας προεχειρίσθησαν, μὴ ἔχειν ἄδειαν εἰς ἃ κερδήσοιεν διατίθεσθαι, ἀλλὰ τὰ αὐτῶν πάντα τὸν εὐαγῆ οἶκον κληρονομεῖν. Πληροῖ δὲ καὶ τὸ μέσαυλον τῆς βασιλικῆς Ἵλλου κινστέρνης, ἣν καὶ μεγάλην ἐποίησε, καὶ τὸ λουτρὸν τοῦ Δαγιστέως, ὃ ἤρξατο κτίζειν Ἀναστάσιος. Τῷ βʹ ἕτει Ἡσαίας ὁ Ῥόδου ἐπίσκοπος καὶ Ἀλέξανδρος Διοσπόλεως τῆς Θράκης καὶ ἕτεροι πολλοὶ κατεσχέθησαν ἀῤῥενοφθόροι. Καὶ τοὺς μὲν ἐκαυλοκόπησε, τοῖς δὲ καλάμους ὀξεῖς ἐμβάλλεσθαι εἰς τοὺς πόρους τῶν αἰδοίων προσέταξε, καὶ γυμνοὺς κατὰ τὴν ἀγορὰν θριαμβευθῆναι. Ὑπῆρχον δὲ καὶ τῶν πολιτῶν καὶ συγκλητικῶν πολλοὶ καὶ τῶν ἀρχιερέων οὐκ ὀλίγοι, οἳ ἐκτμηθέντες καὶ δημευθέντες κατὰ τὴν ἀγορὰν γυμνοὶ οἰκτρῶς ἐτελεύτησαν. Καὶ γενομένου φόβου μεγάλου οἱ λοιποὶ ἐσωφρονίσθησαν. Νόμους τε σφοδροὺς κατὰ τῶν ἀσελγαινόντων ἐξέθετο, τοὺς δὲ παλαιοὺς νόμους πάντας ἀνενέωσε, ποιήσας μονόβιβλον, ὃ καὶ Νεαρὰς διατάξεις ἐκάλεσε. Τῷ δ´ αὐτῷ ἔτει, μηνὶ Νοεμβρίῳ κθʹ, ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἔπαθεν ὑπὸ θεομηνίας πάλιν Ἀντιόχεια Κἡ μεγάλη μετὰ δύο ἔτη τοῦ πρώην παθεῖν αὐτήν Ἐγένετο γὰρ σεισμὸς μέγας ἐπὶ ὥραν μίαν καὶ βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερὸς, καὶ ἔπεσον πάντα τὰ κτισθέντα ἕως ἐδάφους καὶ τὰ τείχη. Καὶ ἐκ τῶν μὴ πεσόντων παλαιῶν κτισμάτων ἐν τῷ πρώτῳ σεισμῷ κατηνέχθησαν νῦν. Καὶ πᾶσα ἡ γενομέν, εὐπρέπεια ἐν τῇ πόλει ἔκ τε τῶν τοῦ βασιλέως φιλοτιμιῶν, καὶ ὧν ἐξ ἰδίων οἱ πολῖται ᾠκοδόμησαν, πάντα κατέπεσον. Ἀπέθανον δὲ ἐν τῇ πτώσει ταύτῃ καὶ χιλιάδες τέσσαρες λαοῦ καὶ ο´ ἄνδρες. Οἱ δὲ