Ancient Greek
1.362
Georgius Cedrenus, Compendium Historiarum 1.362
Unproofread scanNot analysed yet
ἡ δόξα τῶν Ῥωμαίων. Ἀλλ´ οἷα φθόνος ἐν μεγάλῃ εὐδαιμονίᾳ εἴωθε ποιεῖν, ὥδινε καὶ ἐς Πελισάριον. Διαβληθεὶς γὰρ μετέστη τῆς ἀρχῆς καὶ τῆς δόξης, καὶ Σολομῶν ἀντ´ αὐτοῦ στρατηγὸς ἐπέμ. φθη ὅς τὰ κτηθέντα Βελισαρίῳ φυλάξαι μὴ δυνηθεὶς τοῖς Οὐανδήλοις πάντων παρεχώρησεν. Ἐφέρετο δέ τις λόγος ἐκ παλαιοῦ παρ´ αὐτοῖς, ὅτι τὸ τρίτον διώξει τὸ πρότερον καὶ πάλιν τὸ δεύτερον διώξει τὸ τρίτον· Γιζέριχος γὰρ πρῶτος τὸν [ὅῆ] Βονιφάκιον ἐτρέψατο, ὕστερον δὲ πάλιν Βελισάριος Γιλίμερα. Ἐν τούτῳ τῷ χρόνῳ ὁ ἥλιος, ὥσπερ ἡ σελήνη, χωρὶς ἀκτίνων την αἴγλην ἐστύγναζεν ἅπαντα τὸν ἐνιαυτὸν, ἐπὶ πλεῖστον δὲ ἐκλείποντι ἐῴκει. Ἐν τούτιῳ τῷ χρόνῳ οὔτε πόλεμος οὔτε θάνατος ἐπιφερόμενος τοῖς ἀνθρώποις ἐπέλιπε. Τούτου τῷ βʹ ἔτει ἀνεκαίνισεν ἀκ θεμελίων Ἰουστινιανὸς τὴν τοῦ Θεοῦ Μεγάλην Ἐκκλησίαν εἰς κάλλος καὶ μέγεθος ὑπερ τὸ πρότερον, παραδοὺς καὶ τροπάριον αὐτῇ ὑπ´ αὐτοῦ μελισθὲν ψάλλεσθαι· Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ. Ἐποίησε δὲ καὶ τὸ ὡρολόγιον τοῦ μιλίου. Τῷ ηʹ ἔτει ὁ τῶν Ἰβήρων βασιλεὺς Ζαβαναρζὸς πρὸς Ἰουστινιανὸν τὸν βασιλέα ἦλθεν ἐν Κωνσταντινουπόλει μετὰ τῆς γυναικὸς καὶ τῶν συγκλητικῶν αὐτοῦ, αἰτούμενος σύμμαχος Ῥωμαίων καὶ φίλος γνήσιος γενέσθαι. Ὁ δὲ βασιλεὺς τοῦτο ἀποδεξάμενος πολλὰ αὐτῷ τε καὶ τῆ συγκλήτῳ αὐτοῦ ἐφιλοτιμήσατο. Καὶ ἡ Αὐγοῦστα δὲ τῇ γυναικὶ αὐτοῦ κόσμια παντοῖα διὰ μαργαριτῶν ἐχαρίσατο, καὶ ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνη εἰς τὴν ἰδίαν βασιλείαν Τῷ ἔτει Ἀγαπητὲς ὁ ἐπίσκοπος Ῥώμης σύνοδον ἐν Κωνσταντινουπόλει ἐκρότησε κατὰ τοῦ δυσσεβοῦς Σεβήρου καὶ Ἰουλιανοῦ τοῦ Ἀλικαρνασέως καὶ τῶν λοιπῶν Θεοπασχιτῶν· ἐν οἷς καὶ Ἄνθιμος ἐπίσκοπος Κωνσταντινουπόλεως ὁμόφρων αὐτῶν καθῃρέθη, ἐπισκοπήσας μετὰ Ἐπιφάνιον μῆνας δέκα. Χειροτονεῖται δὲ ἀντ´ αὐτοῦ Μηνᾶς πρεσβύτερος καὶ ξενοδόχος τῶν Σαμψὼν ὑπὸ Ἀγαπητοῦ πάπα Ῥώμης. Τελευτᾷ δὲ ὁ Ῥώμης ἐν Κωνσταντινουπόλει, καὶ χειροτονεῖται ἀντ´ αὐτοῦ Σίλβεστρος, ζήσας χρόνον ἕνα. Τῷ ιαʹ ἔτει γέγονε τὰ ἐγκαίνια τῆς Μεγάλης Ἐκκλησίας,