Ancient Greek
1.367
Georgius Cedrenus, Compendium Historiarum 1.367
Unproofread scanNot analysed yet
τοῦ ναοῦ τῶν Ἀγίων Ἀποστόλων καὶ ἡ κατάθασις τῶν ἁγίων λειψάνων Ἀνδρέου, Λουκᾶ, καὶ Τιμοθέου τῶν ἀποστόλων. Τῷ κδʹ´ ἔτει ἐπέμφθη Ναρσῆς ὁ κουβικουλάριος εἰς Ῥώμην πολεμῆσαι [Ρʹ. ὅῖβ] τοῖς Γότθοις· μετὰ γὰρ τὸ κρατῆσαι αὐτὴν Βελισάριον, πάλιν ἐπανέστησαν οἱ Γότθοι καὶ ἐκράτησαν αὐτήν. Τῇ δὲ θʹ τοῦ Ἰουλίου μηνὸς ἐγένετο σεισμὸς φοβερὸς ἐν πάσῃ τῇ Παλαιστίνῃ, καὶ Ἀραβίᾳ, καὶ Μεσοποταμίᾳ, καὶ Συρίᾳ, καὶ Φοινίκη, καὶ ἔπαθον πόλεις πολλαὶ, καὶ ἀπέθανον ἀνθρώπων πλήθη πολλά. Ἐν δὲ τῇ πόλει Βότρυος ἀπεσπάσθη ἐκ τοῦ παρακειμένου τῇ θαλάσσῃ ὄρους τοῦ λεγομένου Λιθοπροσώπου μέρος πολὺ, καὶ εἰσήχθη εἰς τὴν θάλασσαν, καὶ ἀπετέλεσε λιμένα μέγαν, ὡς εἰσέρχεσθαι ἐν αὐτῷ πλοῖα πολλὰ παμμεγέθη· πρὸ γὰρ τούτου οὐκ εἶχε λιμένα. Ἔφυγε δὲ ἡ θάλασσα εἰς τὸ πέλαγος μίλιον ἓν, καὶ πάλιν τῇ τοῦ Θεοῦ κελεύσει ἀποκατέστη. Τῷ Αὐγούστῳ μηνὶ ἦλθον ἐπινίκια ἀπὸ Ῥώμης σφαξαν οἱ Ῥωμαῖοι τὸν ῥῆγα Τώτιλαν καὶ ἔλαβον τὴν Ῥώμην. Τῷ κε´ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ γέγονεν ἡ ἁγία καὶ οἰκουμενικὴ εʹ σύνοδος τῶν ρξε· ἁγίων Πατέρων ἐν Κωνσταντινουπόλει, ἐπὶ Βιγιλίου τοῦ ἁγιωτάτου πάπα Ῥώμης, διὰ λιβέλλου τὴν ὁρθὴν πίστιν τηροῦντος· ἧς ἡγοῦντο Εὐτύχιος Κωνσταν πινουπόλεως, Ἀπολινάριος Ἀλεξανδρείας καὶ Δάμνος Ἀντιοχείας, τοποτηρητὴς δὲ Εὐτύχιος Ἱεροσολύμων, κατὰ Σεβήρου τοῦ Ἀκεφάλου καὶ δυσσεβοῦς. Ἀπέχει δὲ τῆς δʹ συνόδου ἔτη ρβʹ. Ἀλλὰ καὶ κατὰ τοῦ παράφρονος Ὡριγένους καὶ τῶν τὰ ἐκείνου ἀσεβῆ δόγματα διαδεξαμένων, Διδύμου τοῦ ἀπὸ ὀμμάτων καὶ Εὐαγρίου, τῶν πάλαι ἀκμασάντων, καὶ τῶν ἐκτεθέντων παρ´ αὐτοῖς κεφαλαίων ἐν οἷς ἐληρῴδουν προῦπάρχειν τὰς ψυχὰς τῶν σωμάτων ἐξ Ἑλληνικῶν ὁρμώμενοι δογμάτων τὴν μετεμψύχωσιν δοξαζόντων, τέλος τε τῆς κολάσεως, καὶ τὰ σώματα ἡμῶν μὴ ἀνίστασθαι τὰ αὐτὰ ἐν τῇ ἀνα στάσει, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, τὸν δὲ παράδεισον ἀλληγορούντων, καὶ μὴ γεγενῆσθαι μήτε εἶναι ὑπὸ τοῦ Θεοῦ αἰσθητὸν, μήτε ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ. Ἄτινα δόγματα ἕως χρόνου τὸ πλέον ἐκρύπτετο, εἰς πλῆθος δὲ ἐπιδιδόντα καὶ πολλοὺς τῆς Ἐκκλησίας λυμαινόμενα τηνικαῦτα στηλιτευθέντα ἀνεθεματίσθησαν. Ἔτι δὲ καὶ κατὰ Θεοδώρου τοῦ Μοψουεστίας, διδασκάλου γεγονότος τοῦ Νεστορίου τοῦ Ἰουδαιόφρονος, ἀνεθεμάτισαν μετὰ τῆς λεγομένης Ἵβα ἐπιστολῆς καί τινων συγγραμμάτων Θεοδωρήτου τοῦ ἐπισκόπου Κύρου, συγγραφέντων κατὰ τῶν ιβ´ κεφαλαίων τοῦ μακαρίου Κυρίλλου. Τὸ δὲ γράμμα τοῦ βασιλέως Ἰουστινιανοῦ πρὸς τὴν ἁγίαν σύνοδον περιέχει οὕτως Περὶ μὲν οὐν Ὡριγένους καὶ τῶν ὁμοφρόνων αὐτοῦ σπουδὴ γέγονεν ἡμῖν, καὶ ἔστιν ἀτάραχον τὴν ἁγίαν τοῦ Θεοῦ καὶ ἀποστολικὴν Ἐκκλησίαν διαφυλάττεσθαι δίκαιον,