Ancient Greek
1.381
Georgius Cedrenus, Compendium Historiarum 1.381
Unproofread scanNot analysed yet
Ἀκούσας δὲ Ἰουστῖνος ὅτι ὁ ἀνεψιὸς αὐτοῦ Αὔγουστος, ὃς ἦν δοὺξ Ἀλεξανδρείας, συσκευὴν μελετᾷ κατὰ τοῦ βασιλέως, πέμψας αὐτὸν ἀπεκεφάλισε. Τῷ ζʹ ἕτει ἤρξατο Ἰουστῖνος κτίζειν τὸν ναὸν τῶν Ἀγίων Ἀποστόλων Πέτρου καὶ Παύλου ἐν τῷ ὀρφανοτροφείῳ. Προσέθηκε δὲ καὶ εἰς τὸν ναὸν τῶν Βλαχερνῶν τὰς δύο ἁψῖδας, καὶ ἐποίησεν αὐτὴν σταυρωτήν. Τῷ αὐτῷ ἔτει γέγονε πόλεμος περὶ τὸ Σάργαθον μετὰ Περσῶν καὶ Ῥωμαίων, καὶ ἐνίκησαν οἱ Ῥωμαῖοι. Τῷ θʹ ἔτει ἦλθον οἱ Ἄβαρες εἰς τὸν Δάνουβιν, καὶ ἐνίκησαν τοὺς Ῥωμαίους. Καὶ ὁ Πέρσης Ἀρταβὰν ἐξήλασε κατὰ τῶν Ῥωμαίων, καὶ πολλὴν αἰχμαλωσίαν λαβὼν ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν, παραλαβὼν καὶ τὸ Δάρας. Τοῦτο μαθών Ἰουστῖνος τῷ μεγέθει τῆς συμφορᾶς νόσῳ παραφόρῳ περιβάλλεται καὶ σπονδὰς ποιῆσαι αἰτεῖται τὸν Ὁρμίσδαν, ὅστις καὶ ἐνιαυσιαίας ἐποίησεν. Ἐπὶ τούτου ἐτυπώθη ψάλλεσθαι τῇ μεγάλῃ εʹ· Τρῦ δείπνου σοῦ τοῦ μυστικοῦ. Ἦλθε δὲ καὶ ἡ ἀχειροποίητος ἀπὸ τῶν Καμουλιανῶν, κώμης τῆς Καππαδοκίας, καὶ τὰ τίμια ξύλα ἀπὸ πόλεως Ἀπαμείας τῆς δευτέρας Συρίας. Ἐτυπώθη δὲ ψάλλεσθαι καὶ ὁ Χερουβικὸς ὕμνος. Τῷ ιʹ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς Τιβέριον τὸν κόμητα τῶν ἐξκουβιτόρων[Ρ. ὅθί] υἱοποιησάμενος Καίσαρα ἀνηγόρευσε καὶ συγκάθεδρον αὐτοῦ ἐποίησεν. Ἡν δὲ ὁ βασιλεὺς στυφόμενος τοὺς πόδας καὶ τὸ πλεῖον κατακείμενος. Τῷ ια ἔτει ἔκτισεν ὁ βασιλεὺς τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεντος καὶ τὸν ἔτερον ἀγωγὸν τὸν λεγόμενον Ἀδράνην, καὶ ἐχορήγησε τῇ πόλει δαψίλειαν ὕδατος. Κτίζει οὗν καὶ τὰ παλάτια τὰ ἐν τῷ Ἰουλιανοῦλιμένι. Ἀποκαθαίρει δὲ καὶ αὐτὸν τὸν λιμένα καὶ στήλας Ἀύο ἐν μέσῳ αὐτοῦ ἴστησι, τήν τε ἑαυτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ Σοφίας, μετονομάσας καὶ τὸν λιμένα Σοφίας. Ἐποικοδομεῖ δὲ καὶ τὸν ναὸν τοῦ ἀρχιστρατήγου, ὃς ἔκ τινος Ἀδδᾶ ἐκεῖσε κατοικοῦντος προσηγορεύετο. Τῳ ιβʹ ἔτει ἐτελεύτησεν Ἰωάννης ὁ ἐπίσκοπος Ιωνσταντινουπόλεως. Τῷ ιγʹ´ ἔτει Εὐτυχὴς