Ancient Greek
1.384
Georgius Cedrenus, Compendium Historiarum 1.384
Unproofread scanNot analysed yet
φορεῖν. Ἀγαγὼν δὲ Ἀναστασίαν τὴν γυναῖκα αὐτοῦ, ἔχουσαν ἐξ αὐτῆς καὶ θυγατέρας δύο Χαριτὼ καὶ Κωνσταντῖναν, ἔστεψεν αὐτὴν Αὐγοῦσταν, καὶ ἔῤῥιψεν ὑπατείαν πολλήν. Τούτῳ τῷ βασιλεῖ γέγονε θεία ὀμφὴ, ἀγγέλου κατ´ ὄναρ εἰπόντος· Τάδε σοι λέγει τὸ Τρισάγιον,· Οἱ τύραννοι τῆς βασιλείας ἐπὶ σῶν οὐ φοιτήσουσι χρόνον. Τῷ βʹ ἔτει ἀπέστειλε πρέσβεις πρὸς τὸν βασιλέα Περσῶν κατὰ τὸ ἔθος, μηνύων τὴν ἀναγόρευσιν αὐτοῦ· καὶ οὐ προσήκατο τὴν εἰρήνην ὁ τῶν Περσῶν βασιλεύς. Ὁ δὲ Τιβέριος διασπείρας τοὺς βασιλικοὺς θησαυροὺς πολλὰ στρατόπεδα ἐποίησε, χειροτονήσας Ἰουστινιανόν τινα στρατηγὸν Ἀνατολῆς, ὧς ἀναλαβὼν τὰς δυνάμεις ἐπὶ τὸ Δαρὰς παραγίνεται. Καὶ τῆς παρατάξεως γενομένης τῶν Περσῶν καὶ Ῥωμαίων, εἰς λόγους ἠλθον καὶ πρὸς ἀλλήλους Κσπένδονται χρόνον τετραετῆ. Τῷ γʹ ἔτει, τοῦ τῶν Περσῶν βασιλέως μέλλοντος τὸν πόλεμον αὐτουργεῖν, ὁ τῶν Ῥωμαίων στρατηγὸς πρὸς τοὺς Πέρσας χωρεῖ. Καὶ τῆς κατασυστάδην μάχης γενομένης, βαθείας τῆς τῶν Ῥωμαίων φάλαγγος οὔσης ἡ τῷν Περσῶν καὶ Βαβυλωνίων τρέπεται πληθὺς, καὶ ἀναιροῦνται πλήθη πολλά. Λαμβάνουσι δὲ οἱ Ῥωμαῖοι καὶ τὸ τῶν Περσῶν τοῦλδον, καὶ τὸ βασιλικὸν σκηνοπήγιον, καὶ πᾶσαν τὴν ἀποσκευὴν ἐπίδοξον οὖσαν, καὶ τοὺς ἐλέφαντας, ἐξ ὧν τὰ ἐπίσημα πρὸς τὸν βασιλέα πέμπουσι. Τὴν αἰσχύνην τοίνυν ὁ τῶν Περσῶν βασιλεὺς μὴ φέρων νομοθετεῖ μηκέτι βασλέα Περσῶν εἰς πόλεμον ἐξέρχεσθαι. Ὁ δὲ Ῥωμαϊκὸς στρατὸς ἐπετίθετο ταῖς Περσικαῖς συμφοραῖς, καὶ πρὸς τὰ ἐνδότατα τῆς Περσίδος ἐχώρησε, καὶ πολλὴν αἰχμαλωσίαν καὶ ἅλωσιν ἐν Περσίδι πεποίηκε, φθάσας καὶ μέσον τῆς Ὑρκανικῆς θαλάσσης. Χειμῶνος δὲ γενομένου, ἐν Περσίδι παρεχείμασε. Τῷ δ´ αὐτοῦ ἔτει κτίζει Τιβέριος τὸ δημόσιον τῶν Βλαχερνῶν λουτρὸν, ἀνανεοῖ δὲ καὶ ἐκκλησίας πολλὰς καὶ ξενῶνας καὶ γηροκομεῖα, κατακοσμεῖ δὲ καὶ τὸν χρυσοτρίκλινον τοῦ παλατίου. [θΑ] Τότε κελεύει γράφεσθαι αὐτὸν ἐν τοῖς συμβολαίοις Τιβέριον Κωνσταντῖνον. Τῷ δ´ ἔτει τελευτᾷ Εὐτύχιος ὁ πατριάρχης, καὶ μετὰ ἓξ ἡμέρας χειροτονεῖται Ἰωάννης διάκονος τῆς Μεγάλης Ἐκκλησίας ὁ Νηστευτής. Ὁ δὲ βασιλεὺς ἀγοράσας σώματα ἐθνικῶν κατέστησε στράτευμα εἰς ὄνομα ἴδιον, ἀμφιάσας καὶ καθοπλίσας αὐτοὺς χιλιάδας ιεʹ, δεδωκώς αὐτοῖς καὶ στρατηγὸν Μαυρίκιον τὸν κόμητα τῶν