Ancient Greek
1.407
Georgius Cedrenus, Compendium Historiarum 1.407
Unproofread scanNot analysed yet
Περσίδος ἐπυρπόλει, καὶ τοὺς κρατουμένους Πέρσας ἀνεῖλεν ἐν ῥομφαίᾳ. [Ρ. ΑΙ Γῷ Ὀκτωβρίῳ δὲ μηνὶ κατέλαβεν εἰς τὴν χώραν Χαμαῖθᾶ, καὶ διανέπαυσε τὸν λαὸν ἑβδομάδα μίαν. Ὁ Ῥαζάστης δὲ ἐλθὼν ἠκολούθει ὄπισθεν, καὶ τῶν Ῥωμαίων ἀναλισκόντων τὰς τροφὰς ὄπισθεν αὐτὸς πεινῶν ἠκολούθει, ὡς πολλὰ τῶν ἀλόγων αὐτοῦ διαφθαρῆναι. Ὁ δὲ βασιλεὺς τῇ πρώτῃ τοῦ Δεκεμβρίου μηνὸς διαβὰς τὸν Ζαβᾶν ποταμὸν πλησίον τῆς πόλεως Νινευῖ κατεσκήνωσε. Κατέλαβε δὲ καὶ ὁ Ῥαζάστης. Ὁ δὲ βασιλεὺς ἀποστέλλει Βοάνην τὸν στρατηλάτην μετ´ ἐπιλέκτων στρατιωτῶν ὀλίγων. Ὁ δὲ εὗρε βάνδον τῶν Περσῶν, ἐξ ὧν κϛʹ κρατήσας ἤνεγκε πρὸς τὸν βασιλέα, τοὺς ἄλλους φονεύσας. Ἄνεγκε δὲ καὶ τὴν κεφαλὴν τοῦ κόμητος αὐτῶν καὶ τὸ σπαθίον αὐτοῦ ὁλόχρυσον καὶ τὸν σπαθάριον τοῦ Ῥαζάστου, ὃς καὶ εἶπε τῷ βασιλεῖ, ὅτι Ὡρισμένος ἐστὶν ὁ Ῥαζάστης πολεμῆσαί σοι, καὶ τρισχιλίους ὡπλισμένους ἀπέστειλεν αὐτῷ Χοσρόης, ἀλλ´ ἀκμὴν οὐκ ἔφθασαν. Ταῦτα μαθὼν ὁ βασιλεὺς προαπέστειλε τὸ τοῦλδον ἕμπροσθεν καὶ αὐτὸς ἐπηκολούθει. Εὑρὼν δὲ τόπον ἐπιτήδειον ἠθέλησε συμβαλεῖν πόλεμον μετὰ Ῥαζάστου πρὸ τοῦ ἑνωθῆναι τοῖς τρισχιλίοις. Καὶ προπηδήσας πάντων ὁ βασιλεὺς ἄρχοντι μεγάλῳ τῶν Περσῶν συναντᾷ, καὶ τῇ τοῦ Θεοῦ δυνάμει καὶ τῆς Θεοτόκου καταβάλλει τοῦτον. Εἶτα καὶ δεύτερον ὁμοίως καὶ τρίτον, ὅστις ἔδωκε τῷ βασιλεῖ μετὰ δόρατος εἶς τὸ χεῖλος. Μάχης οὖν κροτηθείσης σφοδρᾶς πίπτει ἄ Ῥαζάστης καὶ οἱ ἄρχοντες αὐτοῦ σχεδὸν πάντες καὶ τὸ πλεῖστον τοῦ στρατοῦ αὐτοῦ. Ἔπεσον δὲ Ῥωμαῖοι πεντήκοντα, ἐξ ὡν δέκα ἀπέθανον. Ἵστατο δὲ ὁ πόλεμος ἀπὸ πρωΐας ἕως ὥρας ἑνδεκάτης, καὶ τροπὴ οὐκ ἐγένετο. Καὶ τὴν μὲν νύκτα ἡσύχασαν, περὶ ὥραν δὲ ηʹ τῆς νυκτὸς λαβόντες οἱ Πέρσαι τὸ φοσσᾶτον αὐτῶν ἠπλήκευσαν εἰς πόδας ὄρους τραχεινοῦ ἔμφοβοι. Οἱ Ῥωμαῖοι δὲ εὑρόντες τὸν τοῦ Ῥαζάστου νεκρὸν ἔλαβον τὸ σκουτάριον αὐτοῦ ὁλόχρυσον καὶ τὸ λωρίον καὶ τὰ βραχιόνια αὐτοῦ καὶ τὴν σέλλαν, πάντα ὁλόχρυσα καὶ τὸ σκαραμάγγιον αὐτοῦ. Κιοεσχέθησαν δὲ καὶ ζῶντες πολλοί. Ὁ δὲ βασιλεὺς θαρσοποιήσας τὸν στρατὸν κατὰ Χοσρόου ἤλαυνεν, ὅπως τοῦτον ἐκφοβήσας πείσῃ ἀποστεῖλαι πρὸς Σάμβαρον ἀναχωρῆσαι τοῦ Βυζαντίου. Διαπεράσας δὲ ὁ βασιλεὺς τὰς γεφύρας τοῦ μικροῦ Ζαβᾶ κατεσκήνωσεν εἰς τοὺς οἴκους τοῦ Ἰεσδεμὸν, ἑορτάσας ἐν αὐτοῖς τὴν Χριστοῦ γέννησιν. Ἐκεῖθεν δὲ