Ancient Greek
1.413
Georgius Cedrenus, Compendium Historiarum 1.413
Unproofread scanNot analysed yet
ρωθέντα δογματίσαντας, τῇ τοῦ πυρὸς γεέννῃ παραδοθῆναι. Εἶτα ἑαυτόν φησιν ὑπὸ τοῦ Θεοῦ κεκλῆσθαι μάλα θεοσεβῆ, ὡς τοῦ παντὸς αὐτὸν ἔθνους αἴτιον. θεοσεβείας ὑπάρξαντα ἐπαινεῖσθαι, καὶ τούτου χάριν κλειδοῦχον τοῦ παραδείσου γεγενῆσθαι. Καί γε μετὰ τὸ ὑπ´ αὐτοῦ τὸν παράδεισον ἀνεῳχθῆναι συνεισελθεῖν αὐτῷ ἑβδομήκοντα χιλιάδας τοὺς δυναμένους ἐφορμῆν σαι πρὸς τοῦτο. Τοὺς δὲ λοιποὺς κριθήσεσθαι φάσκει, καὶ τοὺς μὲν δικαίους ἀναμφιβόλως τῆς τρυφῆς ἀπολαῦσαι, τοὺς δὲ εὑρισκομένους ἁμαρτωλοὺς πιττάκια ἐν τοῖς τραχήλοις περιέχοντας δεδεμένα εἰς τὸν παράδεισον αὐτοὺς εἰσελθεῖν, καὶ τούτους ὀνομάζεσθαι ἀπελευθέρους τοῦ Θεοῦ καὶ τοῦ Μουχούμετ· Εἶναι δὲ τρεῖς παραδείσους ἐν τῷ παραδείσῳ φλυαρεῖ, ἕνα μέλιτος καὶ ἕτερον γάλακτος καὶ ἕτερον οἴνου, πρὸς τὸ μετ´ ἐξουσίας ἐμπιπλᾶσθαι αὐτῶν. Τὰς δὲ γυναῖκας αὐτοῖς συνεῖναι καὶ φιλοκαλεῖν τὰς κόμας αὐτῶν καὶ θεραπεύειν τὰ φιλήδονα σώματα. Τοὺς δὲ Ἱουδαίους καὶ Χριστιανοὺς ξύλα τοῦ πυρὸς γενομένους, ὑπολειφθῆναι τοὺς Σαμαρείτας λέγων πρὸς τὸ ἐκφέρειν τὴν κόπρον αὐτῶν ἐκ τοῦ παραδείσου, ὅπως μὴ ἐποζέσῃ ὁ παράδεισος. Ἕκαστον δὲ, ὡς ἂν ἐβίω, εἴτ´ ἐν πλούτῳ ἢ πενίᾳ καὶ ἀδοξίᾳ, τὸν αὐτὸν κἀκεῖσε διάγειν τρόπον. Οὗτος οὖν ὁ θεοστυγὰς καὶ παμμίαρος παντὸς ἀγαθοῦ καὶ κακοῦ τὸν Θεὸν αἴτιον ὑπάρχειν ἐτερατολόγησε· καὶ τοὺς λῃστάς καὶ φαρμακοὺς καὶ τοὺς ἄλλαις ἀπηγορευμέναις πράξεσιν ἀλόντας, οὕτως φλυαρεῖ ὁ ἄθεος, ἔγραψεν αὐτὸν´ ς ὁ Θεὸς, καὶ προώρισεν ἀποθανεῖν αὐτούς. Θαυμάσειε δ´ ἄν τις τὴν τοσαύτην καὶ τηλικαύτην διαρκῆ ἀπάτην τοῦ θεομάχου καὶ ματαιόφρονος, μᾶλλον δὲ ἐσχάτην παράνοιαν καὶ κτηνωδίαν τῶν μέχρι νῦν τῇ τούτου πλάνῃ δεδουλωμένων καὶ ὡς ἰσχυρὰν καὶ θείαν ἀφρόνως ταύτην ἡγουμένων. Πρὸς γὰρ τὴν ὄντως ἀληθῆ τε καὶ ἱερὰν καὶ θεοβράβευτον πίστιν ἐναργῶς ἀποτυφλώττουσιν οἱ ἐσκοτισμένοι καὶ ἀσύνετοι, πρὸς δὲ τὴν ψευδώνυμον λατρείαν καὶ πλαστολογίαν τοῦ φένακος προσέχουσιν οἱ δείλαιοι καὶ βαρυκάρδιοι. Τὸν γὰρ ὄντως ὄντΘεὸν, τὸν διὰ νόμου καὶ προφητῶν ἐκδήλως κηρυττόμενον τε καὶ πιστευόμενον ἀπωθούμενοι καὶ κατα. ψηφιζόμενοι, τὸν ἀντίθεον καὶ μεμηνότα καὶ φανερῶς [Ρ. ἀὰθ] ὑπὸ τῶν Ἐρινύων ἐνεργούμενον καὶ φθεγγόμενον οἱ κακόφρονες καὶ λυσσώδεις ἐρασμίως καὶ γεγηθότως προσίενται. Ποία γὰρ θεόπνευστος Γραφὴ περὶ τοῦ δυσσεβοῦς καὶ παραπαίοντος Μουχούμετ προδιεστείλατο; ἢ ποῖος θεσπέσιος αὐτὸν προφήτης ὡς διδάσκαλον εὐσεβείας προανήγγειλεν; Οὐκοῦν εἰπάτωσαν οἱ ἀμέτοχοι πάσης ἱερᾶς ἐπιπνοίας καὶ μυήσεως, πῶς τοὺς ἀπὸ Ἀδὰμ καὶ μέχρι τῆς Χριστοῦ παρουσίας προφήτας ἀσμένως δῆθεν ἀποδεχόμενοι τὸν μὲν ὑπ´ αὐτῶν διαῤῥήδην προαναφωνούμενον Χριστὸν τὸν Θεὸν ἀρνοῦνται, τὸν δὲ κάκιστον καὶ μοχθηρὸν καὶ μηδὲ τὸ σύνολον ὑπ αὐτῶν μνημονευόμενον ὡς θεομύστην καὶ ἐξοχώτατον καὶ ἀληθεστάτης πίστεως διδάσκαλον ἀποδέχονται καὶ ὡς εὐεργέτην ἐκθειάζουσιν οἱ ἀνόσιοι καὶ δυσώνυμοι. Ἀνακρινέτωσαν δὲ οἱ ἀδιάκριτοι