Ancient Greek
1.417
Georgius Cedrenus, Compendium Historiarum 1.417
Unproofread scanNot analysed yet
ὁραθεὶς, θεοπρεπῶς τε τὰς θεοφανίας ποιησάμενος, ἔλεγεν· Ἑγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ἐμυήθην.] Ἐπ´ ἐσχάτων δὲ σαρκοφόρος ὥφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, πληρώσας καὶ τὸ, Μήτηρ Σιὼν, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. Ἐν ᾗ καὶ τὸ σωτήριον ὑπομείνας πάθος τὴν παγκόσμιον εἰργάσατο σωτηρίαν. Αὐτὸς γὰρ ὁ Κύριος καρδίαν τῆς γῆς ἐκάλεσε τὴν Ἰερουσαλήμ· Ὢσπερ [Ρ. ἐαβὶ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους ἡμέρας τρεῖς καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ κοιλίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ὅθεν καὶ ὁ θεῖος Χρυσόστομος εἰς τὸ φάσκον ῥητὸν, Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ, φησί· Καὶ γὰρ ἐπὶ τῆς παλαιᾶς ἐκεῖθεν γέγονεν ἡ τοῦ Θεοῦ εὐπρέπεια, οἷον ὁ βωμὸς, τὰ Ἃ α τῶν ἀγίων, ἡ λατρεία πᾶσα καὶ ἡ πολιτεία τῆς παλαιᾶς νομοθεσίας, καὶ ἱερέων πλῆθος καὶ θυσία καὶ ὁλοκαύτωσις καὶ ὕμνοι ἱεροὶ καὶ ψαλμῳδίαι καὶ πάντα τὰ ἐκεῖθεν, καὶ τὰ μέλλοντα προδιεγέγραπτο. Ἐπειδὴ δὲ καὶ ἡ ἀλήθεια παραγέγονεν, ἐκεῖθεν τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖθεν ὁ σταυρὸς ἔλαμψεν, ἐκεῖθεν τὰ μυρία κατορθώματα. Διὰ δὴ τοῦτο καὶ περὶ τῆς τοῦ Χριστοῦ δευτέρας νομοθεσίας ὁ μέγας Ἡσαΐας λέγει· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυοίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Σιὼν γὰρ ἐνταῦθα ὁλόκληρον λέγει τὸ χωρίον καὶ τὴν παραδ κειμένην αὐτῷ μητρόπολιν τῶν Ἰουδαίων. Ἐκεῖθεν τοίνυν, ὥσπερ ἐκ βαλβῖδος τινος εὔδρομοι καὶ εὐσταλεῖς ἵπποι, εἰς τὴν οἰκουμένην ἅπασαν οἱ ἀπόστολοι ἐξεπέμφθησαν, ἐκεῖθεν τὰ σημεῖα ποιεῖν ἤρξαντο· ἐκεῖ γέγονε τὸ σωτήριον πάθος καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνάληψις, ἐκεῖ τὰ προοίμια καὶ ἡ ἀρχὴ τῆς ἡμετέρας σωτηρίας. Ἐκεῖ τὰ ἀπόῤῥητα δόγματα κηρύττεσθαι τὴν ἀρχὴν ἔλαβεν. Ἐκεῖ πρῶτον ἀπεκαλύφθη Πατὴρ καὶ ἐγνωρίσθη μονογενὴς Υἱὸς καὶ ἐδόθη τοσαύτη Πνεύματος ἀγίου χάρις. Καὶ τὸν περὶ τῶν ἀσωμάτων λόγον ἐκεῖ ἐγύμναζον, καὶ δωρεῶν καὶ δυνάμεων καὶ τῶν μελλόντων ἀγαθῶν τὰς ἐπαγγελίας, ἅπερ ἅπαντα ὡραιότητος τοῦ Θεοῦ λέγει· κάλλη γὰρι Θεοῦ καὶ ὡραιότης ἡ ἀγαθότης καὶ φιλανθρωπία καὶ ἢ εἰς πάντας εὐεργεσία. Ἐκεῖ τοίνυν καὶ τὸ πτωμα καὶ πταῖσμα τοῦ Ἀδὰμ θεραπεύσας, καὶ τὴν ταχίστην, ὥσπερ καὶ ὑπόπτερον, τῶν ἁγίων συνέλευσιν καὶ ὑπάντησιν ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ πραὕπεμφαίνων, ἔλεγεν· Ὅπουτὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. Ὡσαύτως δὲ καὶ ὁ μέγας Ἀθανάσιος εἰς τὸ πάθος τοῦ Χριστοῦ λέγει· Διόπερ οὐκ ἀλλαχόσε πάσχει Χριστὸς οὔτε μὴν εἰς ἄλλον σταυροῦται τόπον ἢ εἰς τοῦ Κρανίου τόπον, ἐν ᾧ δὴ τῶν Ἐβραίων οἱ διδάσκαλοί φασι τοῦ Ἀδὰμ εἶναι τὸν τάφον· ἐκεῖ γὰρ αὐτὸν μετὰ τὴν κατάραν τεθάφθαι διαβεβαιοῦνται. Διὰ τοῦτο θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον ἀνανεῶσαι θέλοντα πὸν πρῶτον ἄνθρωπον, ἐν ἐκείνῳ παθεῖν τῷ τόπῳ, Καὶ ἐπειδὴ ἤκουσεν Ἀδάμ· Γῆ εἶ καὶ εἰς γῆν ἀπτοπῳ