Ancient Greek
1.426
Georgius Cedrenus, Compendium Historiarum 1.426
Unproofread scanNot analysed yet
ἐφευρών. Ἐκ τούτου κατάγεται ἡ γενεὰ τοῦ λαμπροῦ τοῦ νυνὶ τὸ πῦρ ἐντέχνως κατασκευάζοντος. Ἐν ταύταις ταῖς ἡμέραις ἦν καὶ ὁ φρονιμώτατος ἄνθρωπος Ἰωάννης ὁ Πιτζικαύδης. Τῷ ηʹ καὶ θʹ ἔτει εἰσῆλθον οἱ Μαρδαῖται εἰς τὸν Λίβανον, καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἔως τῆς ἀγίας πόλεως, καὶ ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς. Καὶ πολλοὶ δοῦλοι καὶ αἰχμάλωτοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς ἐχώρησαν, ὥστε δι´ ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. Ταῦτα μαθὼν ὁ Μαβίας καὶ οἱ σὺν αὐτῷ ἐφοβήθησαν, καὶ συλλογισάμενοι ὡς τὸ τῶν Ῥωμαίων βασίλειον ὑπὸ Θεοῦ φρουρεῖται, πέμπουσι πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ὑπὲρ εἰρήνης. Ὁ δὲ ἀποστέλλει τὸν Πιτζικαύδην, καὶ ποιεῖ ἐγγράφως εἰρήνην μετὰ τῶν Σαροκηνῶν, ἐτησίως παρέχειν αὐτοὺς πρὸς τοὺς Ῥωμαίους χρυσίου χιλιάδας ι καὶ ἄνδρας αἰχμαλώτους ρʹ καὶ ἵππους εὐγενεῖς νʹ ἐπὶ χρόνοις λʹ. Ταῦτα μαθόντες οἱ τὰ ἑσπέρια οἰκοῦντες δῶρα στείλαντες [Ρ. ἀθὶ τῷ βασιλεῖ εἰρήνην ᾔτησαν· οἷς εἴξας ὁ βασιλεὺς ἐκύρωσε ταύτην, καὶ γέγονε ἀμεριμνία μεγάλη ἔν τε τῇ Ἀνατολῇ καὶ τῇ Δύσει. Τῷ ιʹ ἔτει οἱ Βούλγαροι ἐπῆλθον τῇ Θρᾴκῃ, καὶ τοῦ βασιλέως κατ´ αὐτῶν στρατεύσαντος ἡττῶνται Ῥωμαῖοι καὶ πολλοὶ πίπτουσι. Βουλόμενος δὲ ὁ βασιλεὺς ἔχειν εἰρήνην μετὰ πάντων στοιχεῖ πάκτα, καὶ ὑποχωρεῖ εἰς αἰσχύνην τὰ τῶν Χριστιανῶν τῇ τούτου ἀβελτηρίᾳ. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ ϛʹ σύνοδος γέγονεν ἐν Κωνσταντινουπόλει, συνελθόντων σπθʹ ἀγίων Πατέρων, ἐν τῷ ιγ´ ἔτει τῆς βασιλείας Κωνσταντίνου τοῦ πατρὸς Ἰουστινιανοῦ· ἧς ἡγοῦντο τοποτηρηταὶ Ἀγάθωνος πάπα Ῥώμης Θεόδωρος καὶ Γεώργιος πρεσβύτεροι καὶ Ἰωάννης διάκονος, ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Γεώργιος, Θεοφάνης Ἀντιοχείας, ὑπ´ αὐτῆς χειροτονηθεὶς τῆς συνόδου διὰ τὸ τὸν προηγησάμενον Μακάριον καθαιρεθῆναι τότε ὡς ἀντενεχθέντα τοῖς ὑπ´ αὐτῆς ὀρθοδόξως δογματιζομένοις. Τῇς δὲ διοικήσεως Ἀλεξανδρείας Πέτρος μοναχὸς, τῆς δὲ τῶν Ἰεροσολύμων οὐδεὶς διὰ τὸ τοὺς θρόνους χηρεύειν πατριαρχῶν κατασχεθέντας τηνικαῦτα ὑπὸ Σαρακηνῶν. Συνηθροίσθησαν δὲ κατὰ Θεοδώρου τοῦ τῆς Φαρὰν ἐπισκόπου, Ὁνωρίου Ῥώμης, Κύρου Ἀλεξανδρείας, λεργίου δὲ καὶ Πύῤῥου καὶ Παύλου καὶ Πέτρου ἐπισκόπων Κωνσταντινουπόλεως γεγονότων ἔτι δὲ καὶ κατὰ τῶν ἀνακαινισάντων τὴν αἵρεσιν τούτων Μακαρίου τοῦ ὀνομασθέντος Ἀντιοχείας προέδρου, Στεφάνου μαθητοῦαὐτοῦ καὶ Πολυχρονίου τοῦ νηπιόφρονος γέροντος, λεγόντων ἓν θέλημα καὶ