Ancient Greek
1.428
Georgius Cedrenus, Compendium Historiarum 1.428
Unproofread scanNot analysed yet
μόνῳ κύων ἠκολούθει. Λῃστής δὲ ἐνόδιος τὸν ἄνθρω πον ἀποκτείνας ἀπέδρασε, τοῦ κυνὸς μείναντος ἐν τῷ τόπῳ καὶ φυλάσσοντος τὸ σῶμα τοῦ δεσπότου αὐτοῦ. Ἕτερος δέ τις ἄνθρωπος κατὰ συγκυρίαν ἀνὰ τὴν ὁδὸν ἐκείνην διερχόμενος, τὸ σῶμα ἰδὼν νεκρὸν ἐῤῥιμμένον καὶ σπλαγχνισθεὶς, ὀρύξας ἔθαψεν αὐτὸ ἐν τῇ γῇ. Τοῦτο ἰδών ὁ κύων καὶ ἀποδεξάμενος ἠκολούθει τῷ θάψαντι, εὐνοϊκὴν δουλείαν ἀποπληρῶν. Ἡν δὲ τὸ ἐπιτήδευμα τοῦ ἀνθρώπου κάπηλος, πάντας [Ρθ] δὲ τοὺς εἰσιόντας καὶ ἐξιόντας ἔσαινεν ὁ κύων. Χρόνου δὲ παρῳχηκότος συνέβη καὶ τὸν φονέα εἰσελθεῖν τοῦ πιεῖν εἰς τὸ καπηλεῖον, ὃν ἐπιγνοὺς ὁ κύων ὑλάκτει καὶ ἐπεπήδα εἰς τὸ πρόσωπον αὐτοῦ. Τοῦτο δὲ πολλάκις γινόμενον εἰς ὑποψίαν πολλοὺς θείῳ κινήματι ἤγαγε, καὶ συσχεθεὶς εἰς κρίσιν παρεδόθη, καὶ τὸ πραχθὲν ὁμολογήσας μετὰ πάσης ἀληθείας ἀνῃρέθη, τῆς θείας δίκης ἀμυναμένης αὐτόν. Τῷ ια´ ἔτει, τὸ τῶν Βουλγάρων ἔθνος διαπεράσαν τὸν Λάνουβιν, καὶ ἀποχωρισθὲν τῶν ὁμοφύλων αὐτοῦ, ἐσκήνωσεν ἐν Βάρναις ἔν τισι ὁχμαῖς καὶ ὄρεσι. Τοῦ δὲ βασιλέως ἐξελθόντος σὺν ναυσὶ καὶ στρατῷ, καὶ δὴ καὶ ἐπελθόντος κατ´ αὐτῶν, οἱ Βούλγαροι τοῦτο ἀθρόως θεασάμενοι, τὴν ἑαυτῶν ἀπεγνωκότες σωτηρίαν, εἴς τι ὀχύρωμα καταφεύγουσι καὶ ἑαυτοὺς ἀσφαλίζονται. Τῶν δὲ Ῥωμαίων μὴ δυναμένων συνάψαι πόλεμον διά τε τὰ πάλματα καὶ τὴν τοῦ τόπου δυσχωρίαν ἐθρασύνθη τὸ μιαρὸν ἔθνος. Συνέβη δὲ,. . καὶ τὸν βασιλέα φεύγειν διαφημίσαντες φυγῇ ἐχρήσαντο μηδενὸς διώκοντος. Ὅπερ θεασάμενοι οἱ Βούλγαροι ἐδίωξαν ὄπισθεν αὐτῶν καὶ πολλοὺς ἀνεῖλον Καὶ ἔκτοτε διαπεράσαντες πάντες καὶ θρασυνθέντες καὶ ἐμπλατυνθέντες τὴν Ῥωμαῖκὴν χώραν ᾐχμαλώτιζον. Ὅθεν καὶ ἀναγκασθεὶς ὁ βασιλεὺς εἰρήνευσε μετ´ αὐτῶν, ὡς λέλεκται. Ἠρεμήσας δὲ ἐκ πάντων ἥνωσε τὰς Ἐκκλησίας, καὶ τὴν προλεχθεῖσαν ἀγίαν ἕκτην σύνοδον συναθροίσας ἐν Κωνσταντινουπόλει τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀνεθεμάτισε. Τῷ δὲ ιγ´ ἔτει ἀπώσατο τοὺς ἀδελφοὺς αὐτοῦ τῆς βασιλείας, καὶ μόνος ἐβασίλευσε σὺν Ἰουστινιανῷ τῷ υἱῷ αὐτοῦ. Τῷ ιζ ἔτει ἐτελεύτησεν ὁ εὐσεβὴς Κωνσταντῖνος, κρατήσας ἔτη ιζʹ, καὶ ἐβασίλευσεν Ἰουστινιανὸς ὁ υἱὸς αὐτοῦ Ἰουστινιανὸς ὁ υἱὸς τοῦ Πωγωνάτου, ὁ ὀινότιντος. ἐβασίλευσεν ἔτη ιʹ. Οὗτος ἦν ἄνθρωπος ἀκάθεκτος τὴν ὁρμὴν καὶ ἀσυλλόγιστος ἐν παντὶ πράγματι. Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς αὐτὸν βεβαιῶσαι τὴν εἰρήνην· καὶ ἐστοιχήθη ἰνα παύσῃ ὁ βασιλεὺς τὸ τῶν Μαρδαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου καὶ κωλύσῃ τὰς ἐπιδρομὰς αὐτοῦ, καὶ παρέχῃ καθ´ ἑκάστην ἡμέραν νομίσματα χίλια καὶ