Ancient Greek
1.441
Georgius Cedrenus, Compendium Historiarum 1.441
Unproofread scanNot analysed yet
Ἀράβων. Καὶ ἄλλα πολλὰ συνέβη αὐτοῖς δεινὰ, ὡς ἐπιγνῶναι τῇ πείρᾳ τὸν Θεὸν καὶ τὴν Δέσποιναν Οεοτόκον φρουροὺς εἶναι ταύτης τῆς πόλεως· καὶ οὐκ ἔστιν ἐγκατάλειψις τελεία Θεοῦ ἐν τοῖς ἐν ἀληθεία ἐπικαλουμένοις αὐτὸν, εἰ καὶ πρὸς βραχὺ παιδευόμεθα διὰ τὰς ἁμαρτίας ἡμῶν. Τούτῳ τῷ ἔτει Σέργιος πρωτοσπαθάριος καὶ στρατηγὸς Σικελίας, ἀκούσας ὅτι οἱ Σαρακηνοὶ παρακαθέζονται τὴν πόλιν, ἔστεψεν ἴδιον βασιλέα ἐκ τῶν ἀνθρώπων αὐτοῦ Βασίλειον πολίτην, [Ρ. δα] τὸν υἱὸν Ὀνομαγούλου, μετονομάσας αὐτὸν Τιβέριον. Ἐποίησε δὲ προβολὰς καὶ ἰδίους ἄρχοντας μετὰ βουλαῖς Σεργίου. Ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας ἀποστέλλει Παῦλον τὸν οἰκεῖον αὐτοῦ μετὰ δυνάμεως, ὃς καταλαβὼν τὴν Σικελίαν καὶ τὰς βασιλικὰς προστάξεις ὑπαναγνοὺς τῷ λαῷ, εὐθὺς τὸν μὲν Λέοντα βαοιλέα εὐφήμησαν, ἱασίλειον δὲ τὸν Ὀνομάγουλον καὶ τοὺς σὺν αὐτῷ δεσμίους τῷ Παύλῳ παραδεδώκασιν, οὓς καρατομήσας τὰς κεφαλὰς αὐτῶν τῶ βασιλεῖ ἐξαπέστειλεν. Ὁ δὲ Σέργιος λόγους ἀπαθείας λαβὼν ἐξῆλθε πρὸς τὸν Παῦλον, καὶ οὕτως εἰρήνευσαν τὰ Ἡσπέρια. Τὰ δὲ ἐναπομείναντα πλοῖα τῶν Ἀράβων καὶ Οὐμάρου τῇ ιεʹ τοῦ Αὐγούστου μηνὸς μετ´ αἰσχύνης πολλῆς ἀνακάμψαι βουληθέντα, λαίλαψ ἐκ Θεοῦ ἐνσκήψας τὰ μὲν ἐν ΠΙροικοννήσω, τὰ δὲ ἐν τοῖς Ἀποστρόφοις καὶ ταῖς λοιπαῖς ἀκταῖς κατεπόντισε,. Τοῖς δὲ περιλειφθεῖσιν ἐν τῳ Αἰγαίῳ πελάγει χάλαζα πυρίνη ἐνσκήψασα ἀναβράσαι τὴν θάλασσαν πεποίηκε. Καὶ τῆς πίσσης λυθείσης αὔτανδρα ἀπώλοντο, μόνων πέντε εἰς Συρίαν διασωθέντων, τὴν τοῦ Θεοῦ ἡμῶν δυναστείαν ἀπαγγέλλοντα. Τούτου τῷ αʹ ἕτει σεισμὸς μέγας ἐγένετο ἐν Συρίᾳ. Ἠνάγκασε δὲ Οὔμαρος τοὺς Χριστιανοὺς μαγαρίζειν, καὶ τοὺς μὲν πειθομένους αὐτῷ ἀτελεῖς ἐποίει, τοὺς δὲ μὴ πειθομένους ἀνήρει· ὅθεν καὶ πολλοὺς μάρτυρας ἀπειργάσατο. Ἐθέσπισε δὲ καὶ Χριστιανὸν κατὰ Σαρακηνῶν μὴ μαρτυρεῖν. Ἔγραψε δὲ καὶ πρὸς τὸν βασιλέα Λέοντα τοῦ μαγαρίοαια καὶ αὐτόν. Τῷ γʹ ἔτει ἐτέχθη τῷ βασιλεῖ Λέοντι υἱὸς δυσσεβέστατος καὶ τοῦ Ἀντιχρίστου πρόδρομος, Κωνσταντῖνος ὁ Καβαλλῖνος. Τῇ δὲ κεʹ τοῦ Ὀκτωβρίου μηνὸς ἐστέφθη Μαρία ἡ γυνὴ Λέοντος ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, καὶ εὐξαμένη πρὸ τῆς εἰσόδου τοῦ ἁγίου θυσιαστηρίου μετῆλθεν εἰς τὸν μέγαν βαπτιστῆρα, καὶ βαπτίσαντος ἐκεῖσε