Ancient Greek
1.451
Georgius Cedrenus, Compendium Historiarum 1.451
Unproofread scanNot analysed yet
λύπη καὶ ἀθυμία πολλὴ τῇ τοῦ τοιούτου σημείου ἀπορίᾳ. Ἐγένετο δὲ καὶ θεομηνία ποικλων παθῶν, ἀφειδῶς τοὺς λαοὺς ὀλοθρεύουσα, οὐ μόνον τοὺς ἐν τῇ πόλει, ἀλλὰ καὶ πάσῃ τῇ περιχώρῳ. Ἐγένοντο δὲ καὶ φαντασίαι, ὡς πολλοὺς τῶν ἀνθρώπων ἐν ἐκστάσει γινομένους νομίζειν ξένοις τισὶ καὶ βριαροῖς προσώποις συνοδεύειν, καὶ τοὺς ἀπαντῶντας αὐτοῖς ὡς δῆθεν φίλους προσαγορεύοντας καὶ διαλεγομένους. Σημειούμενοι δὲ τὰ παρ´ αὐτῶν λαλούμενα ἔσχατον ἐξηγοῦντο γινόμενα. Ἑώρων δὲ τοὺς αὐτοὺς εἰς οἴκους εἰσερχομένους, καὶ τοὺς μὲν τοῦ οἴκου κρεμῶντας, τοὺς δὲ ξίφει τιτρώσκοντας. συνέβαινε δὲ τὰ πλεῖστα τῶν παρ´ αὐτῶν λεγομένων γίνεσθαι οὕτως καθὼς ἧδον. Τῷ δὲ ἐαρινῷ καιρῷ τῆς πρώτης ἰνδικτιῶνος ἐπέτεινε μειζόνως. Τῷ δὲ θερινῷ ἐξεκαύθη εἰσάπαξ, ὥστε καὶ ὁλοκλήρους οἴκους κλεισθῆναι παντελῶς, καὶ μὴ εἶναι τοὺς ὀφείλοντας θάπτειν τοὺς νεκροὺς, ὥστε μὴ ἐξαρκεῖν τοὺς κραββάτους εἰς τὴν τούτων ἐκκομιδὴν, ἀλλὰ καὶ διὰ ἀλόγων καὶ διὰ ἁμαξῶν ἐκφέρειν τοὺς τεθνεῶτας, καὶ ἐν τοῖς προτειχίσμασι καὶ προαστείοις καὶ κινστέρναις ἀνύδροις καὶ λάκκοις θάπτεσθαι αὐτοὺς, ὧν πληρωθέντων τοὺς ἀμπελῶνας καὶ κήπους διέσκαπτον, καὶ μόλις τούτους ἴσχυσαν ἐπικαλύψαι. Παντὸς δὲ οἴκου διαφθαρέντος διὰ τὴν ἀσέβειαν τοῦ Κοπρωνύμου, πάντα τὸν πλοῦτον τῶν οἰκητόρων τῆς πόλεως εἰσκομίσας ἐν τῷ παλατίῳ ἀπέθετο. Κατέλαβε δὲ καὶ ὁ τῶν Ἀγαρηνῶν στόλος ἀπὸ Ἀλεξανδρείας εἰς Κύπρον, ἔνθα ἦν ὁ Ῥωμαϊκὸς στόλος· ἐπιπεσὼν δὲ αὐτῷ ὁ τῶν Ῥωμαίων στρατηγὸς, καὶ τὸ στόμα τοῦ λιμένος κρατήσας, ἄρδην ἀπώλεσε πάντας, τρεῖς μόνους ἐλευθερώσας διὰ τὸ μήνυμα. Τῷ θʹ ἕτει καταδιώκεται Μαρουὰμ ὑπὸ τῶν Μαυροφόρων τῶν λεγομένων Χρυσαρωνιτῶν, καὶ βαρυτάτου πολέμου κροτηθέντος κτείνεται. Τῆ δὲ κε´ τοῦ Ἰανουαρίου μηνὸς γεννᾶται τῷ ἀσεβεῖ Κωνσταν τίνῳ υἱὸς ἐκ τῆς Χαζάρας Εἰρήνης, ὃν ἐπωνόμασαν Λέοντα. Ρ. β] Τῷ αὐτῷ χρόνῳ γέγονε σεισμὸς ἐν Συρίᾳ καὶ μεγάλη καὶ φοβερὰ πτῶσις, ὅθεν αἱ μὲν τῶν πόλεων ὁλοκλήρως ἠφανίσθησαν, αἱ δὲ μέσως. Ἔτεραι ἀπὸ τῶν ὀρεινῶν εἰς τὰ ὑποκείμενα πεδία σὺν τοῖς τείχεσι καὶ τοῖς οἰκήμασιν ὁλόκληροι σῶαι μετέστησαν ὡς ἀπὸ μιλίων ἕξ. Ἐν Μεσοποταμίᾳ δὲ εἰς μῆκος μίλια δύο ἐῤῥάγη ἡ γῆ, καὶ ἐκ τοῦ βυθοῦ αὐτῆς ἀνήχθη γῆ λευκοτάτη καὶ ἀμμώδης, ἧς ἐκ μέσου ἀνῆλθε ζῶον μουλικὸν ἄσπιλον, λαλοῦν ἀνθρωπίνῃ φωνῇ, προμηνύον ἔθνους ἐπιδρομὴν ἐκ τῆς ἐρήμου κατὰ τῶν Ἀράβων· ὃ καὶ γέγονε. Τῷ δὲ ἑπομένῳ χρόνῳ τῆς δʹ ἰνδικτιῶνος τῇ ἑορτῇ τῆς Πεντηκοστῆς. ἔστεψεν ὁ δυσσεβὴς Καβαλλῖνος τὸν υἱὸν αὐτοῦ Λέοντα εἰς βασιλέα διὰ Ἀναστασίου τοῦ ψευδωνύμου πατριάρχου καὶ σύμφρονος αὐτοῦ. Τῷ ι ἔτει ἐκοιμήθη Θεοφύλακτος ὁ ἁγιώτατος πατριάρχης Ἀντιοχείας.