Ancient Greek
1.461
Georgius Cedrenus, Compendium Historiarum 1.461
Unproofread scanNot analysed yet
ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος. Καὶ διῆλθεν ἡ φλὸξ ἕως τοῦ μιλίου καὶ τοῦ κοιαιστωρείου πανταχόσε ἐπινεμομένη, ἕως οὗ πάντα κατέκαυσεν. Ὁδὲ βασιλεὺς ἐξῆλθε κατὰ Βουλγάρων, καὶ τούτους νικήσας ὑπέστρεψεν. Ὡσαύτως καὶ ἐν Ταρσῷ μετὰ στρατοῦ πολλοῦ ἀπῆλθε κατὰ Ἀράβων. καὶ αἰχμαλωτίσας πολλοὺς ὑπέστρεψε. Παρακληθεὶς δὲ ὁ βασιλεὺς ὑπὸ τῆς ἰδίας μητρὸς καὶ πολλῶν τῶν ἐν τέλει αὖθις ἀναγορεύει αὐτὴν, καὶ εὐφημεῖσθαι ὡς ἐξ ἀρχῆς διεκελεύσατο. Πάντων δὲ πειθαρχούντων μόνοι οἱ Ἀρμενιακοὶ στασιάζουσι, καὶ ἐπιζητοῦσιν Ἀλέξιον τὸν Μωσηλέ. Τοῦτον οὗν καὶ διὰ ταύτην τὴν ζήτησιν, καὶ διὰ τὸ λέγειν τινάς ὡς μέλλει βασιλεύειν, δείρας καὶ κουρεύσας ἐφυλάκισε. Τῷ β ἔτει ἐπιστρατεύει κατὰ Βουλγάρων, καὶ συναντήσας Καρδάμῃ τῷ κυρίῳ Βουλγάρων, πλῆθος λαοῦ καὶ ἀρχόντων ἀποβαλὼν καὶ τὴν κόρτην καὶ πᾶσαν τὴν ὑπουργίαν καὶ τοὺς ἵππους, μόλις αὐτὸς διαφυγὼν εἰσῆλθεν ἐν τῇ πόλει. Τῶ δ´ αὐτῷ μηνὶ ἐκ συκοφαντίας τινῶν ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ Ἀγίῳ Μάμαντι ἐκτυφλοῖ Νικηφόρον καὶ Χριστοφόρον τοὺς θείους αὐτοῦ, υἱοὺς Κωνσταντίνου τοῦ πάππου αὐτοῦ. Χριστοφόρον δὲ ἄλλον καὶ Νικήταν, Ἄνθιμον καὶ Εὐδόκιμον ἐγλωσσοκόπησε, καὶ Ἀλέξιον τὸν Μωσηλὲ ἐτύφλωσεν. Ἀλλʹ οὐκ εἰς μακρὰν ἡ τοῦ Θεοῦ δίκη ἀνεκδικήτους αὐτοὺς εἴασε· μετὰ γὰρ εʹἕτη τῷ αὐτῷ μηνὶ καὶ τῇ αὐτῇ ἡμέρᾳ τυφλοῦται ὁ αὐτὸς Κωνσταντῖνος. Ὑποτάξας δὲ καὶ τοὺς Ἀρμενιακοὺς πολέμῳ, τοὺς ἄρχοντας αὐτῶν ἐποινάλισεν, ἐπιγράψας εἰς τὸ πρόσωπον αὐτῶν μέλανι κεντητῷ· «Ἀρμενιακὸς ἐπίβουλος·» οὓς καὶ ἐξώρισεν ἔν τε Σικελίᾳ καὶ ταῖς λοιπαῖς νήσοις. Μισήσας δὲ ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Μαρῖναν ὑποβολῇ τῆς ἑαυτοῦ μητρὸς, ἐφιεμένης τῆς ἀρχῆς, πρὸς τὸ μισηθῆναι αὐτὸνχε γὰρ ὁ βασιλεὺς πονηρὰς ὑπολήψεις κατὰ τῆς Μαρίνης] πείθει αὐτὴν γενέσθαι μοναχήν. Ἔστεψε δὲ Θεοδότην κουβικουλαρίαν τῆς μητρὸς αὐτοῦ, ᾖ καὶ ἐμνηστεύθη παρανόμως. Ἐπὶ τούτοις τοῦ πατριάρχου Ταρασίου ἀντιπίπτοντος δηλοῖ αὐτῷ Κωνσταντῖνος· «Εἰ μὴ τοῦτο γένηται, τοὺς ναοὺς τῶν εἰδώλων ἀνοίγω.» Ὅθεν ὁ πατριάρχης φοβηθεὶς εἴασεν αὐτὸν, εἰπὼν πρὸς πολλοὺς ὅτι οὐ καταλύσει τὸν βίον εἰρηνικῶς. [Β. Α] Καὶ ἐποίησε τὸν γάμον αὐτοῦ ὁ βασιλεὺς ἐν τῷ παλατίῳ του Ἀγίου Μάμαντος ἡμέρας δʹ. Ἀπέσχισαν δὲ τοῦ πατριάρχου τῆς κοινωνίας ὁ τοῦ Στουδίου ἡγούμενος καὶ λοιποὶ διὰ τὸν παράνομον γάμον τοῦ βασιλέως. Εἰς οὓς καὶ πολλὰς θλίψεις εἰργάζετο ὁ βασιλεὺς· ἡ δὲ μήτηρ αὐτοῦ ὑπερησπίζετο αὐτῶν Τῷ ϛʹ ἔτει Καρδάμης ὁ κύριος Βουλγάρων ἔγραψε τῶ βασιλεῖ· «Ἡ τέλεσόν μοι πάκτα, ἢ ἔρχομαι ἕως τῆς Χρυσῆς πόρτης.» Ὁ δὲ βασιλεὺς ἀπέστειλεν