Ancient Greek
1.463
Georgius Cedrenus, Compendium Historiarum 1.463
Unproofread scanNot analysed yet
αἰτούμενοι ζευχθῆναι αὐτὴν τῷ Καρούλῳ πρὸς γάμον καὶ ἑνῶσαι τὰ ἑῷα καὶ τὰ ἑσπέρια· ἤτις ὑπήκουσεν ἂν, εἰ μὴ Ἀέτιος ἐκώλυσε, τὸ κράτος εἰς τὸν ἴδιον ἀδελφὸν σφετεριζόμενος. Ἡ βασιλὶς δὲ τὰ μὲν ἄλλα φρονίμως καὶ συνετῶς διῴκησε πράγματα καὶ ώς ἄν τις εὔξαιτο, μόνην δὲ ταύτην ἔσχεν αἰτίαν. τὴν ἔκπτωσιν καὶ τύφλωσιν τοῦ δυστυχεστάτου υἱοῦ αὐτῆς, καίτοι ζῆλον θεῖον ἔχουσα καὶ πίστιν ὀρθόδοξον· Τήν τε γὰρ ἀγίαν ἑβδόμην σύνοδον καὶ τὴν τῶν ἱερῶν εἰκόνων προσκύνησιν αὕτη παρεσκεύασε, καὶ πολλᾷ αὐτῆς καὶ μυρία τὰ κατορθώματα Αὕτη καὶ τὴν ἐν Θεσσαλονίκῃ Βέῤῥοιαν ἔκτισεν, Εἰρηνόπολιν μετονομάσασα. Ἔκτισε δὲ καὶ τὴν Ἀγχίαλον. Ἀλλ´ ὁ πολὺς τῶν εὐνούχων ἐσμὸς καὶ οἱ τούτων ἐξέχοντες, ὅ τε Σταυράκιος καὶ ὁ Λέων ὁ Κλόκας πρὸς ἀλλήλους διαφερόμενοι, τῆς βασιλείας ταύτην ἀπεγύμνωσαν, καὶ Νικηφόρον ἀντ´ αὐτῆς ἐπὶ τῶν θρόνων βασιλέα καθίδρυσαν Οὕτως αἱ τῶν κακίστων εὐνούχων βουλαὶ τοὺς οἰκείους δεσπότας καὶ εὐεργέτας διαλυμαίνονται, ὥστε Χρυσαόριον τὸν πάλαι θαυμασιώτατον εἰπεῖν πρός τινα τῶν μεγάλων, ὅτι «Εἰ μὲν ἔχεις εὐνοῦχον, φόνευσον, εἰ δ´ οὐκ ἔχεις, ἀγόρασον καὶ φόνευσον.» Ἐκβάλλει τοίνυν Εἰρήνην ὁ Νικηφόρος σπουδῇ Λέοντος τοῦ Κλόκα καὶ Νικήτα πατρικίου καὶ Σισινίου τῶν αὐταδέλφων καὶ τῶν ἐπιόρκων καὶ δολερῶν Τριφυλλίων καὶ Λέοντος πατρικίου τοῦ Τεσσαρακονταπήχους καὶ Γρηγορίου πατρικίου τοῦ Μουσιλάκη καὶ ἐτέρων τινῶν τῶν ἐν τέλει· οἵτινες ἐλθόντες ἐν τῇ Χαλκῇ ὥρᾳ τετάρτῃ τῆς νυκτὸς, καὶ τοὺς φύλακας ἐξαπατήσαντες, ἔπεισαν ὅτι παρὰ τῆς Αὐγούστης ἀπεστάλησαν ἀναγορεῦσαι βασιλέα τὸν Νικηφόρον. Οἱ δὲ πιστεύσαντες τῷ τηλικούτῳ ψεύσματι συνανηγόρευσαν καὶ αὐτοὶ βασιλέα τὸν τύραννον. Πολλοὶ γοῦν ἐθαύμαζον πῶς ὁ Θεὸς συνεχώρησε τὴν ὑπὲρ τῆς ὀρθῆς πίστεως μαρτυρικῶς ἐναθλήσασαν ὑπὸ ἀσεβοῦς οὕτω τυραννικῶς ἐκβληθῆναι. Ἄλλοι τὴν εἰς τὸν υἱὸν αὐτῆς ἁμαρτίαν προεβάλλοντο, καὶ ἄλλοι ἄλλως ἐδυσφήμουν καὶ κατεγόγγυζον. Φύλακας τοίνυν ἐν τῷ παλατίῳ τῶν Ἐλευθερίου περιστήσασκεῖσε γὰρ ἔτυχε τυγχάνουσα ἡ βασιλὶς) ὄρθρου ἀγαγὼν αὐτὴν ἐν τῷ παλατίῳ ἀπέκλεισε, καὶ οὕτως προῆλθεν ἐν τῇ ἐκκλησίᾳ ἐπὶ τὸ στεφθῆναι, Ταρασίου ἔτι τὸν θρόνον κατέχοντος. Οἱ δὲ ὄχλοι κατηρῶντο καὶ τὸν στέφοντα καὶ τὸν στεφόμενον τύΟ ραννον, καὶ ἀπεκάλουν ἀλιτήριον [Ρ. ἑ] Νικηφόρος πατρίκιος καὶ γενικὸς λογοθέτης ἐβασίλευσεν ἔτη ηʹ ἡμέρας θʹ. Τῇ ἐπαύριον δὲ παραλαβών τινας τῶν πατρικίων ἀνῆλθε πρὸς τὴν βασίλισσαν φρουρουμένην, καὶ χρηστότητα ὑποκριθεὶς παρηγόρει αὐτὴν λέγων· «Πᾶσάν σου ἀνάπαυσιν