Ancient Greek
1.474
Georgius Cedrenus, Compendium Historiarum 1.474
Unproofread scanNot analysed yet
ἦσαν, ὁ δὲ τύραννος διὰ τῆς Χρυσῆς πόρτης εὐφημούμενος ὑπό τε τοῦ στρατοῦ καὶ τοῦ δήμου καὶ τῆς συγκλήτου ἦλθεν εἰς τὸν ἐν τοῖς Στουδίου τοῦ Προδρόμου ναὸν, κἀκεῖθεν δορυφορούμενος κατέλαβε τὰ βασίλεια. Μέλλων δὲ ἐπιβατήριον εὐχὴν ἐν τῷ χρυσῷ τρικλίνῳ ἀποδοῦναι τῷ Θεῷ, ἐκδυσάμενος ᾐν ἔτυχε φορῶν ἐσθῆτα παρέσχετο τῷ τῶν ἱπποκόμων στρατεύοντι Μιχαήλ. Τούτου δὲ αὐτὴν ἐξ αὐτῆς ἀμφιασαμένου, οἰωνὸς ἔδοξε τὸ γεγονὸς τοῖς θεασαμένοις ὡς μετὰ Λέοντα τῆς βασιλείας αὐτὸς ἐπιβήσεται. Ἑτέραν δὲ μεταλαβόντος ἐσθῆτα τοῦ βασιλέως καὶ ἀπιόντος εἰς τὸν ἐν τῷ παλατίῳ νεὼν, ὅπισθεν ὁ Μιχαὴλ ἑπόμενος καὶ ἀπροσέκτως βαίνων καὶ προπετῶς τὸ ἄκρον τῆς βασιλικῆς ἐσθῆτος ἐπάτησε· τοῦτο κακὸν οἰωνὸν ὁ Λέων ἡγήσατο, καὶ ντωτερισρὸν ἔσεσθαι ἐξ αὐτοῦ καθυπώπτευσεν. Εἰσελθόντος δὲ ὅμως τοῦ τυράννου εἰς τὰ βασίλεια καὶ τὴν ἀπραγμόνως διδομένην αὐτῷ βασιλείαν μετὰ πραγμάτων καὶ ταραχῆς οὐ μικρᾶς κατεσχηκότος, θίιχαὴλό βασιλεὺς καὶ ἡ σύνευνος Προκοπία σὺν τοῖς σφετέροις παισὶν εἰς τὸν τῆς Θεοτόκου ναὸν ὃς Φάρος κατονομάζεται προσφυγόντες ἱκέται γίνονται. Οὓς ἐκεῖθεν ἀποσπάσας ὁ τύραννος ἀπ´ ἀλλήλων διέστησε, καὶ Μιχαήλ μὲν ὑπερόριον ἐν τῷ κατὰ τὴν νῆσον Ποώτην μοναστηρίῳ ἐποιήσατο, ἐν ᾧ τὴν κοσμικὴν ἀποθέμενος τρίχα τὸν λοιπὸν τῆς ζωῆς διήνυσε χρόνον, Θεοφύλακτον δὲ τὸν πρεσβύτερον τῶν τούτου υἱῶν ἐκτεμών συνάμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐξορίᾳ παρέπεμψεν. Οὐ παρέλκον δὲ ἴσως ἱστορῆσαι καὶ ὅπως τῷ βασιλεῖ Μιχαὴλ προδεδήλωται ἡ τῆς βασιλείας ἀποβολή. Παιδίσκη τις ν οἰκογενὴς τῷ Μιχαήλ· αὕτη κατὰ τὰς σεληνιακὰς συνόδους πάθει μανίας ἡλίσκετο. Ὁπότε γοῦν ἁλῴη τῷ πάθει, εἰς τόπον ἐρχομένη ἐν ὧ βοῦς τε καὶ λέων ἵδρυνται λίθινοι(κἀκ τούτων ἔχει τὴν προσηγορίαν ὁ τόπος, Βουκολέων ὀνομαζόμενος) ἐβόα γεγωνοτέρᾳ φωνῇ πρὸς τὸν βασιλέα· «Κάτελθε κάτελθε, ὑποχώρει τῶν [. ἀθ] ἀλλοτρίων.» Τοῦτο πολλάκις γινόμενον θάμβος ἐνεποίει τῷ βασιλεῖ, καὶ εἰς φροντίδας οὐ τὰς τυχούσας ἐνέβαλε. Διὸ καὶ κοινολογεῖται περὶ τοῦ πράγματος τῶν συνήθων τινὶ καὶ οἰκείων Θεοδότῳ τῷ υἱῷ Μιχαὴλ πατρικίου τοῦ Μελισσηνοῦ, ὃν δὴ καὶ Κασσιτηρᾶν κατωνόμαζον, καὶ διάπειραν ἔσπευδε τῶν λεγομένων λαβεῖν. Ὁ δὲ Κγνώμην δίδωσι τοιάνδε, ἵν´ ἐπειδὰν κάτοχον τῇ μανίᾳ γένηται τὸ κοράσιον κατασχεθῇ, καὶ διερωτηθῇ Κτίνι προσήκουσα ἡ οἰκία τοῦ παλατίου ἐστὶ, καὶ ποῖον εἴη τούτῳ τὸ γνώρισμα. Ἐγένετο τοῦτο, τοῦ Θεοδότου τῇ πράξει ὑπηρετοῦντος. Καὶ τὸ τῆ κατοχῇ κατάσχετον γύναιον ἐρωτηθὲν τήν τε κλῆσιν ἐμφαίνει τοῦ Λέοντος καὶ τὸν χαρακτῆρα καὶ τὴν μορφὴν, προστίθησί τε ἀπελθεῖν κατὰ τὴν ἀκρόπολιν, ἐν ᾖ συναντήσειε δυσὶν ἀνδράσιν, ὧν ὁ τῷ ἡμιόνῳ ἔποχος ἐπιβήσεται πάντως τῆς βασιλείας. Ἡ μὲν οὗν εἶπε,