Ancient Greek
1.477
Georgius Cedrenus, Compendium Historiarum 1.477
Unproofread scanNot analysed yet
τὴν ἀσέβειαν, ὑποτίθησι τῷ βασιλεῖ τοιάνδε τινὰ συμβουλήν. Μοναχόν τινα φήσας εἶναι ἔργων παραδόξων δημιουργὸν, τὰς οἰκήσεις ποιούμενον ἀνὰ τὸν Δαγιστέα, «Τούτῳ δεῖ, φησὶ, προσαναθέσθαι τὴν πρᾶξιν, καὶ ὅπερ ἂν ἐκεῖνος ὑπόθοιτο, τοῦτο δεῖ καὶ ποιῆσαι,» Καὶ ταῦτα μὲν εἶπε πρὸς τὸν βασιλέα, ἐκεῖθεν δὲ ἐξελθὼν ἄπεισι ταχέως πρὸς τὸν μονάζοντα, καί φησι πρὸς αὐτὸν, ὡς «Τῇ ἐπιούσῃ νυκτὶ ἐλεύσεταί σοι ὁ βασιλεὺς ἐν εὐτελεῖ τῇ περιβολῆ, ἐρωτήσων περὶ τῆς πίστεως καὶ ἄλλων ἀναγι καιοτάτων πραγμάτων. Σὺ δὲ ἀλλὰ μέμνησο τατ χεῖάν τε τοῦ βίου καφαστροφὴν καὶ τῆς βασιλείας ἔκπτωσιν ἀπειλῆσαι αὐτῷ, εἰ μὴ ἑκών γε αἱροῖτο τῷ τοῦ βασιλέως Λέοντος τοῦ ἐξ Ἰσαυρίας προστεθῆναι δόγματι καὶ τὰ εἴδωλα τῶν θείων σηκῶν ἐξορίσαι ς θείας εἰκόνας οὕτω καλέσας, ἐπαγγείλασθαί τε τοῦ εἰρημένου βίου γενομένῳ ζωῆς τε μακρὰν βιοτὴν καὶ τὴς βασιλείας κυβέρνησιν εὐτυχῆ τε καὶ πολυ χρόνιον.» Οὕτω παιδαγωγήσας τὸν μοναχὸν, καὶ ἃ μέλλει λέγειν ἐς βασιλέα παιδεύσας, ἐπάνεισι. Μετὰ μικρὸν δὲ καὶ τὸν βασιλέα νυκτὸς ἐν ταπεινῷ τῷ σχήματι προσλαβόμενος ἔρχεται πρὸς τὸν μοναχὸν, καὶ τῆς διαλέξεως ἤδη λαμβανούσης ἀρχὴν ἔγχιστα τὸν βασιλέα παραστησάμενος ὁ μοναχὸς ὡς τά,α προεγνωκὼς ἐκ θείας ἐπιπνοίας τὸ βασιλικὸν ἀξίωμα· «Οὐκ εὔλογα, ἔφη, ποιεῖς, ὦ βασιλεῦ, [Ρ. ἄὸϋ´ παραλογιζόμενος ἡμᾶς τῇ ἰδιωτικῇ ἀμπεχόνῃ, καὶ τὸν ἔνδον αὐτῆς κρυπτόμενον ἐπικαλύπτων Βασιλέο· Ἀλλ´ εἰ καὶ σὺ μὲν οὕτως, ἀλλ´ ἡ τοῦ θείου Πνεύ. ματος χάρις ἡμᾶς οὐκ εἴασεν ἐπὶ πλέον οὕτω κατασοφίζεσθαι ὑπὸ σοῦ.» Τοῦτο ὡς ἤκουσεν ὁ βασιλεὺς καὶ ὡς οὐκ ἔλαθεν ἐν εὐτελεῖ προσχήματι τὸ βασιλικὸν κρύπτων ἀξίωμα, κατεπλάγη τε, ὡς ἦν εἰκὸς, τὸν τὸ σκαιώρημα ἀγνοοῦντα, καὶ τόν τε μοναχὸν ὡς θεῖον ἄνδρα ἐγνώρισε, καὶ τὰ προσταττόμενα παρ αὐτοῦ εὐπειθῶς καὶ μετὰ ταχύτητος ποιήσειν ἐπήγ. γελτο, καὶ τῶν σεβασμίων εἰκόνων ἐπιψηφίζει καθ αίρεσιν. Καὶ πρότερον μὲν ἐν τῷ λεληθότι διεσκοπεῖτο πῶς ἂν αὐτῶν ἐκτελεσθῇ τὸ σπούδασμα, καὶ μή τις στάσις ἀνεγερθῇ περὶ τὴν Ἐκκλησίαν· ἔπει· α καὶ εἰς τοὐμφανὲς τὸ δόγμα ἐξήνεγκε, καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς Ἐκκληοίας οἱ μὲν ἑκόντες οἱ δὲ ἄκοντες ὑπέκυπτον τῷ προστάγματι. Ἠναγκάζετο δὲ καὶ ὁ μέγας ἐν πατριάρχαις ἀοίδιμος Νικηφόρος ἐν τῷ τῆς καθαιρέσεως τῶν ἁγίων εἰκόνων ὑποσημήνασθαι τόμῳ· ὃν μηδαμῶς πειθαρχήσαντα ὑπερόριον ἀνὰ τὴν Προικόνησον τίθησι, πάλαι προαισθόμενον τὴν τοῦ Λέοντος σκαιοτροπίαν, καὶ ἁς κυκήσει οὗτος καὶ συνταράξει τὰ τῆς Ἐκκλησίας. Ἔδοξε γὰρ τῷ μακαρίτῃ Νικηφόρῳ, ὁπηνίκα τὸ διάδημα περιετίθει τῇ τοῦ Λέοντος κεφαλῇ, ἀκάνθαις καὶ τριβόλοις τὴν χεῖρα περιπαρῆναι· καὶ τοῦτο σύρ· βολον καὶ οἰωνὸν ἔθετο τῶν μετὰ ταῦτα συμβεβη κότων κακῶν. Ἀπαγομένῳ δὲ τῷ μεγάλῳ πρὸς τὴν ὑπερορίαν ὁ ὁμολογητὴς Θεοφάνης ὁ τῆς τοῦ Μεγα λου Ἀγροῦ μονῆς καθηγούμενος, αἰσθόμενος ἐξ ἐπιπνοίας θεϊκῆς τὴν διέλευσιν τούτου, κατ´ ἀγοόν τινα ἐνδιατρίβων, θυμιάμασι καὶ κηροῖς προὔπεμπεν αὐτὸν μετὰ τῆς νηὸς διιόντα. Αὐτὸς τε ὁ πατριάρ