Ancient Greek
1.486
Georgius Cedrenus, Compendium Historiarum 1.486
Unproofread scanNot analysed yet
καὶ ἀνομολογηθέντων καταδρομήν τινα ἐργάζεσθαι καὶ καθαίρεσιν. «Ἔκαστος οὐν, φησὶ, τὸ δοκοῦν αὐτῷ ποιείτω καὶ ἐφετὸν, ἀπαθὴς πόνων καὶ ἄνευστολύπης διατελῶν.» Ιλὴν οὐ μέχρι τέλους ταύτην ἐτήρησε τὴν προαίρεσιν ὁ μηδὲ τὴν ἀρχὴν ἀληθὴς Χριστιανὸς γεγονώς· ἀλλ´ ὅσον τὰ τῆς βασιλείας αὐτῷ ἐκρατύνετο, τοσοῦτον κακοδαίμονι φύσει καὶ ὡμοτάτῃ τὸν κατὰ τῶν Χριστιανῶν καὶ τῶν ὁμοφύλων ἀνεῤῥίπιζε πόλεμον, νῦν μὲν τοὺς μοναχοὺς διαπτύων καὶ παντοίοις περιβάλλων δεινοῖς, καὶ ποιναῖς ἐξευρίσκων ποινὰς, νῦν δὲ τοὺς ἄλλους πιστοὺς ἐγκλείων φρουραῖς καὶ ὑπερορίους τιθείς. Ἐντεῦθεν καὶ Μεθόδιον τὸν μετὰ βραχὺ πατριαρχικοῦ θρόνου ἀξιωθέντα καὶ Εὐθύμιον τὸν τηνικαῦτα τῶν Σάρδεων προεδρεύοντα, τῷ αὐτοῦ θελήματι μὴ ὑπείκοντας μηδὲ τὴν τῶν θείων εἰκόνων ἐξαρνουμένους τιμὴν, τῆς πόλεως ἐξώθει, καὶ τὸν μὲν θεῖον Μεθόδιον φυλακῇ παραδίδωσι κατὰ τὴν νῆσον τοῦ Ἀκρίτου, τὸν δὲ μακαρίτην Εὐθύμιον διὰ Θεοφίλου τοῦ οἰκείου υἱοῦ θανάτῳ παραδίδωσι, βουνεύροις τυπτόμενον ἀφειδῶς. Ὅσον δὲ τὴν Χριστοῦ κληρονομίαν ἐπίεζε, τοσοῦτον τοὺς Ἰουδαίους ἀνέτους φόρων καὶ ἐλευθέρους ἐτίθει, ἀγαπωμένους καὶ στεργομένους αὐτῷ τῶν ἄλλων ἀνθρώπων διαφερόντως. Προὐβάλλετο δ´ ὥσπερ τι προκέντημα καὶ ἀοχέτυπον τοῦ οἰκείου β ου πρὸς μίμησιν τὸν τοῦ Κοπρωνύμου βίον, καὶ τοῦτον μιμεῖσθαι εἰς ἄκρον ἐσπούδαζε. Διὸ καὶ πρὸς τὴν ἀκρόπολιν ἔφθασε τῆς ἀσεβείας, ἄρτι μὲν Σάββατον νηστεύειν νομοθετῶν, ἄρτι δὲ κατὰ τῶν θείων προφητῶν τὴν γλῶτταν ἐξακονῶν, ἄρτι δὲ τὴν μέλλουσαν ἀνάστασιν ἀθετῶν καὶ τὰ ἐκεῖθεν ἐπηγγελμένα ἀγαθὰ διασύρων, διάβολόν τε μὴ εἶναι ὅλως ἰσχυριζόμενος ἅτε μηδ´ ὑπὸ Μωσέως τούτου παραδεδομένου. Πορνείαν δὲ κατησπάζετο, καὶ τὸν ἐπὶ πᾶσι δεῖν ὀμνύναι Θεὸν ἐνομοθέτει, καὶ τὸν Ἰούδαν ἀκολάστῳ γλώσσῃ τάττων μετὰ τῶν σωζομένων. Τὴν [Ρ. ἐθθ ἑορτὴν τοῦ σωτηρίου Πάσχα κακῶς καὶ παρὰ καιρὸν χλευάζων τιμᾶσθαι, καὶ ὡς Ἑλληνικὴν τάχα παίδευσιν διαπτύων τὴν ἡμετέραν καὶ θείαν παίδευσιν τοσοῦτον ἀποστρεφόμενος ὡς μηδὲ τοὺς νέους παιδοτριβεῖσθαί που συγχωρεῖν, ἵνα μήτε τῇ αὐτοῦ ἀλογίᾳ ἀντιστῆναί τις ἔχῃ ποτὲ καὶ διελέγξαι, μήτε πάλιν τῶ τάχει τῶν ὀφθαλμῶν καὶ τῇ τῆς γλώττης ῥύμῃ φερόμενος διὰ τῆς παιδεύσεως τὰ δευτερεῖα τοῦτον φέρειν καταναγκάσειε. Τοσοῦτον νοῦς καὶ τὴν τῶν συλλαβῶν ἀνάγνωσιν, ὡς ῥᾷον ἄν τις διῆλθε βιβλίον ἢ αὐτὸς τῇ βραδυτῆτι τοῦ νοῦ τὰ σαῆ οἰκείου στοιχεῖα ὀνόματος. Ἀλλὰ ταῦτα μὲν παρείσθω ὡς καὶ ἄλλοις ἱκανῶς ἐστηλιτευμένα, ἡ δ´ ἱστορία ἐχέσθω τῶν ἐφεξῆς. Κατὰ γὰρ τὸν καιρὸν τοῦτον ὁ ἐμφύλιος πόλεμος ἀρχὴν εἰληφώς ἐξ Ἀνατολῆς παντοίων ἐνέπλησε τὴν οἰκουμένην κακων, φθόρον δὲ πολὺν τῶν ἀνθρώπων καὶ παρὰ τοῦτο ὀλιγανδρίαν εἰργάσατο. Θωμᾶς ἦν