Ancient Greek
1.490
Georgius Cedrenus, Compendium Historiarum 1.490
Unproofread scanNot analysed yet
κριθείς. Τοῦτον προσεταιρισάμενος ὁ Θωμᾶς στρατεύματός τινος κατὰ γῆν ὡσεὶ χιλιάδων δέκα ἀναδείκνυσι στρατηγόν· καὶ τὸν κατὰ θάλατταν δὲ στόλον εὐτρεπισάμενος καὶ ἕτερον αὐτῷ ἐπιστήσας στρατηγὸν, οἷόν τινας προδρόμους ἐξέπεμψε κατὰ τῆς βασιλίδος, διά τε γῆς καὶ θαλάσσης ὡφέλιμον εἶναι κρίνας ποιεῖσθαι τὰς προσβολάς. Οὕτω γενομένου, καὶ κατὰ ταυτὸν ἀναφανέντων των τε ναυτικῶν καὶ πεζικῶν δυνάμεων ἐν τῷ πρὸς Βλαχέρναις κόλπῳ, ἀντισχεῖν ὅλως μὴ δυνηθείσης, ὡς εἴρηται, τῆς ἐκτεταμένης σιδηρᾶς ἀλύσεως, προσθολαὶ τοῖς τείχεσι πανταχόθεν ἐγίνοντο. Ἐπῆλθε δὲ μετ´ ὀλίγον καὶ ὁ Θωμᾶς, καὶ ἐνεργὸς πάντοθεν ἐγίνετο ἡ πολιορκία. Οὐδὲν δὲ ὅ τι καὶ λόγου ἄξιον ἐπράττετο, τῶν ἔνδον εὐρώστως ἀμυνομένων καὶ τὰς ἑλεπόλεις ἐκκρουομένων. ᾬετο μὲν γὰρ ὁ Θωμᾶς ἅμα τε ἐπιφανῆναι τῇ βασιλίδι καὶ ἅμα τοὺς πολίτας ἀναπετάσαι αὐτῷ τὰς πύλας διὰ τὸ πρὸς τὸν Μιχαήλ μῖσος, καὶ διὰ τοῦτο τόν τε Γρηγόριον, ὡς εἴπομεν, πρότερον ἔπεμψε, καὶ αὐτὸς πανσυδὶ μετὰ καὶ τοῦ υἱοθετηθέντος αὐτῷ Ἀναστασίου, ἄρτι τὸν Κμοναχικὸν ἀρνησαμένου βίον καὶ πρὸς τὸν κοσμικὸν ἀπονλίναντος, κατόπιν ἐπηκολούθησεν· ὡς δὲ οὐδὲν τῶν κατ´ ἐλπίδας αὐτῷ ἀπήντησεν, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον ὑπὸ τῶν ἔνδον ἐπλύνετο, τότε μὲν παρεμβολὴν ἐν τοῖς Παυλίνου, ἔνθα τὸ τῶν θαυματουργῶν Ἀναργύρων τέμενος ἵδρυται, [Ρ. θθῦ] ὀχυρὰν ἐπήξατο, λαὸν δὲ πεπομφὼς ἄχρι τοῦ Εὐξείνου πόντου καὶ τοῦ ἱεροῦ ἀπεπειρᾶτο τῶν πολιχνίων, εἴ πως αὐτὰ προσαγάγοι καὶ μή τινα κατὰ νώτου ἔχοι ἐχθρόν. Ταῦτα δὲ καταστησάμενος, καὶ τινας ἡμέρας εἰς παρασκευὴν δοὺς ἑαυτῷ, ὡς ἔκ τινος ἀπόπτου κατεῖδε τὸν μὲν Μιχαὴλ τὸ πολεμικὸν σημεῖον ἐπὶ τοῦ στέγους τοῦ τῆς Θεοτόκου τοῦ ἐν Βλαχέρναις Κπεπηγότα ναοῦ, κἀκεῖθεν τὴν κατὰ τῶν ἐναντίων ἰσχὺν ἐξαιτούμενόν τε καὶ προσλαμέάνοντα, τὸν υἱὸν δὲ αὐτοῦ Θεόφιλον πάντα τὸν τῆς πόλεως περίβολον μετὰ τοῦ πατριάρχου καὶ τοῦ ὑπ´ αὐτὸν τάγματος περικυκλοῦντα, τό τε ζωοποιὸν τοῦ σταυροῦ Κξύλον ἐπιφερόμενον καὶ τὴν ἐσθῆτα τῆς πανάγνου Θεοτόκου, εἰς πολλὴν τῶν πραγμάτων ἐνέπιπτε δυσελπιστίαν καὶ παντοῖος ταῖς γνώμαις ἐγίνετο. Οὐκ ἔχων δ´ ὅ τι καὶ πράξειεν, ἄλλως τε δὲ καὶ ὄχλῳ τοσούτῳ θαῤῥῶν τὸ ὅλον διὰ μάχης κριθῆναι ἠπείγετο. Ὅθεν τῆ ἑξῆς ἁμα φωτὶ σημάνας τὸ ἐνυάλιον τοὺς ἄνδρας ἐξῆγε. Καὶ τῷ μὲν υἱῷ τὸν κατὰ τὸ χερσαῖον τεῖχος ἐπέτρεψε πόλεμον, αὐτὸς δὲ τὸ πολὺ τῆς δυνάμεως ἔχων καὶ τὰς καρτερὰς ἑλεπόλεις καὶ μηχανὰς κατὰ τοὺς τῶν Βλαχερνῶν πύργους ἐποιεῖτο τὴν προσβολὴν κλίμακάς τε προσφέρων τοῖς τείνεσιν ἀναλόγους τῷ ὕψει, καὶ ἀλλαχοῦ μὲν χελώνας, ἀλλαχοῦ δὲ κριούς· τοξεύμασι δὲ καὶ πετροβόλοις πανταχόθεν