Ancient Greek
1.498
Georgius Cedrenus, Compendium Historiarum 1.498
Unproofread scanNot analysed yet
οὔτ´ ἐν τοῖς πεσοῦσιν οὔτ´ ἐν τοῖς αἰχμαλώτοις, ἔμαθε δ´ ὅτι φυγὰς ᾤχετο, τοὺς καταδιώξοντας ἔπεμψεν· οἶ καὶ καταλαβόντες αὐτὸν ἐν Κῷ τῇ νήσῳ ξύλῳ κρεμάσαντες ἀπέκτειναν. Μετὰ δὲ ταῦτα ἀνήρ τις πολεμικὸς καὶ φρονήσεως καὶ ἀγχινοίας οὐ» ἄμοιρο, τὸ ἐπώνυμον Ὁρύφας, στρατόν τινα προς τάξει ἀθροίσας βασιλικῇ, τὸν τεσσαρακοντάριον τότε καλούμενον ἐκ τοῦ διανεμηθῆναι αὐτοῖς ἀνὰ τεσσαράκοντα χρυσίνους, τάς τε ἄλλας νήσους ἐπιὼν ἀνῄρει τοὺς προνομεύοντας [Ρ. ὅΙθ] Ἀγαρηνοὺς, τοῖς μὲν λόχους ἐπάγων, τοῖς δὲ φανερῶς πολεμῶν, καὶ τοὺς Κρῆτας συνέστειλε καὶ τῆς πολλῆς καὶ ἀσχέτου ὁρμῆς ἀνεχαίτισε. Καὶ ταῦτα μὲν συνηνέχθη τῇδε Κατὰ δὲ τὸν αὐτὸν καιρὸν Εὐφήμιός τις ἀνὴρ κατὰ Σικελίαν λαοῦ τινος ἐξηγούμενος, ἐρασθεὶς παρθένου τινὸς τὸ μοναδικὸν ἐκ παιδὸς ἀναλαβούσης σχῆμα, περὶ πολλοῦ ἐποιεῖτο τὸν οἰκεῖον ἔρωτα ἐκπληρῶσαι, σῶν νόμων οὐδὲ φροντίζων ὅλως, ἀλλ´ ὠς εἰς παράδειγμα μόνον ἀποβλέπων τὸν βασιλέα, τοιοῦτόν τι τολμήσαντα καὶ αὐτόν. Ἀρπάζει γοῦν τὴν παρθένον τοῦ ἀσκητηρίου καὶ πρὸς ἑαυτὸν ἄκουσαν ἄγει. Ταύτης οὕν οἱ ἀδελφοὶ προσίασι τῷ Μιχαήλ, τὰ τοῦ δράματος διηγούμενοι· ὁ δὲ κελεύει τῷ στρατηγῷ, εἰ οὕτως καταλάβοι ἔχουσαν τὴν ἀλήθειαν, τὴν ῥῖνα τοῦ τετολμηκότος Εὐφημίου ἀποτεμεῖν. Ὅπερ μαθὼν ὁ Εὐφήμιος, συνωμότας λαβὼν τούς τέ ὑπὸ τὴν αὐτοῦ χεῖρα καὶ τινας τῶν συντουρμαρχῶν, τὸν στρατηγὸν ἐπὶ τούτῳ παραγενόμενον ἀπελαύνει καὶ πρὸς τὸν τῆς Ἀφρικῆς ἀποδιδράσκει ἡγούμενον, πᾶσαν τὴν Σικελίαν ὑπ´ ἐκεῖνον ποιῆσαι καθυπισχνούμενος καὶ διδόναι φόρους αὐτῷ πολλοὺς, εἰ μόνον ἀναγορευθείη Ῥωμαίων βασιλεύς. Δεξάμενος οὖν τὸν λόγον ὁ ἀμηρᾷς ἀναγορεύει τοῦτον βασιλέα Ῥωμαίων καὶ χεῖρα δίδωσι πολλὴν, καὶ τῆς Σικελίας γίνεται ἐγκρατὴς, παρ´ αὐτοῦ τούτου λαβὼν αὐτήν. Πλὴν ὁ μὲν Εὐφήμιος οὐ πολὺν χρόνον τοῦ βασιλικοῦ ἀπολαύσας ἀξιώματος ἀφαιρεῖται τὴν κεφαλὴν, τῆς οἰκείας ἀποστασίας καὶ παρανομίας τοῦτον λαβών τὸν μισθόν. Ἄξιον δὲ καὶ τὸν τρόπον εἰπεῖν τῆς αὐτοῦ ἀναιρέσεως. Ὡς γὰρ ἐν σχήματι βασιλικῷ περιῄει τὴν Σικελίαν ἀνευφημούμενος, ἀπήει κατὰ Συράκουσαν Ἄποθεν δὲ γενόμενος τῆς ἑαυτοῦ τάξεως καὶ τῶν δορυφόρων, καὶ ὅσον ἀπὸ τόξου βολῆς τῇ πόλει προσεγγίσας, ὡμίλει τοῖς πολίταις καὶ πρὸς ἑαυτὸν λόγοις τὴν ἐκείνων ἐφείλκετο εὔνοιαν. Μεμονωμένον δὲ ποῦτον ἰδόντες ἀδελφοὶ δύο Συρακούσιοι, πρὸς ἑαυτοὺς βουλευσάμενοι καὶ σύμπνοοι γενόμενοι καὶ τὸ ἓν φρονήσαντες προσέρχον ται τούτῳ εἰρωνικῶς τε καὶ τωθαστικῶς, ὡς βασιλεῖ τάχα τὴν προσήκουσαν τιμὴν ἀπονέμοντες. Ὁ δὲ Εὐφήμιος μὴ συνεὶς τὸν δόλον, τὴν παρ´ αὐτῶν ἀναγόρευσιν καὶ τὸν ἀσπασμὸν προσδεξάμενος, προσεκάλει τούτους μετὰ φιλοφροσύνης ὡς καὶ αὐτὸς τὸν οἰκεῖον ἀσπασμὸν ἀποδώσων. Καὶ δὴ κλίνας τὴν κεφαλὴν καὶ τὸ στόμα προσερείσας τῷ στόματι θατέρου τῶν ἀδελφῶν, θριξὶ μὲν