Ancient Greek
1.512
Georgius Cedrenus, Compendium Historiarum 1.512
Unproofread scanNot analysed yet
γεραιρόμενος. Στρατόν τε γὰρ ἐνεπιστεύθη πολὺν, καὶ κατὰ τῶν γειτονούντων ἐχθρῶν, οἶ οὕτω δὴ Κερμάται καλοῦνται, ἐπέμφθη. Ὃς μηδένα ἕτερον ἕπεσθαί οἱ θελήσας, ἀλλ´ ἢ μόνον τοὺς ἐν φυλακαῖς καθειργμένους Ῥωμαίους αὐτῷ συστρατεύεσθαι, νίκας μεγίστας καὶ καλλίστας ἠνέγκατο, ὡς καὶ αὐτὸ τὸ λεγόμενον Χωροσὰν ἐκπολιορκῆσαι. Οὐ γὰρ μόνον τὸ κατ´ ἀνδρίαν διαφέρον ἐξέπληξε τοὺς ἐναντίους, ἀλλὰ καὶ ἡ τῆς διαλέκτου παραλλαγὴ καὶ ἡ τῶν σχημάτων μεταβολὴ καὶ ἡ τοῦ πολέμου παράδ ξος ἐξαλλαγὴ εἰς δειλίαν οὐ τὴν τυχοῦσαν συνήλασε τοὺς πολεμίους. Καὶ οὐ κατὰ τῶν ἐχθρῶν μόνον οὕτως ὥφθη γενναῖος, ἀλλὰ καὶ κατὰ θηρίων ἀγρίων πημαινομένων τὴν χώραν ἠνδρίσατο. Καὶ μεγάλων αἴτιος αὐτοῖς καλῶν γεγονὼς αὐτῷ τε ἠγαπήθη διαφερόντως τῷ ἄρχοντι τῶν Σαρακηνῶν καὶ τῇ γερουσίᾳ αὐτῶν. [. ὅαῒ] Ταῦτα μανθάνων ὁ Θεόφιλος, ὡς εἰκὸς ἦν, ἠνιᾶτο, καὶ πάντα λίθον ἐκίνει ὡς ἂν τὸν ἄνδρα μετακαλέσοιτο. Διὸ καὶ σταυρὸν καὶ χρυσόβουλλον διά τινος ἀγύρτου μοναχοῦ ἐκπέμπει τῷ Μανουὴλ, ἐκκαλούμενος ἐπαναστρέψαι καὶ πᾶσαν ἀμνηστίαν κακῶν αὐτῷ χαριζόμενος δι´ αὐτῶν. Ἃ δὴ κομίσας ὁ εἰληφὼς εἰς χεῖρας λαθὼν τίθησι τοῦ Μανουήλ. Καὶ δεξάμενος οὗτος, καὶ οἱονεὶ τὴν ψυχὴν ἐκκαυθεὶς, ἤδη δὲ καὶ πιστευσάμενος ἐκ τῶν προτέρων ἔργων, μηνύει τῷ ἄρχοντι τῶν Σαρικηνῶν ὡς πόθον τρέφει καὶ κατὰ Ῥωμαίων στρατεῦσαι καὶ τοὺς ἐχθροὺς ἀμύνασθαι οἶ κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, τὴν Καππαδοκίαν οἰκοῦντας. Συνεκπεμφθῆναι δὲ αὐτῷ ἠξίου καὶ τὸν τούτου υἱὸν εἰς πλείονα τῆς ὑπονοίας ἀναίρεσιν. Κατένευσε τοῖς αἰτηθεῖσιν ὁ Ἰσμαήλ, καὶ δίδωσιν αὐτῷ τοῦ ἐκστρατεύειν ἄδειαν. Ὡς δὲ ἤγγισε τοῖς Ῥωμαίων ὁρίοις, δῆλα ποιεῖ τὰ κατ´ αὐτὸν τῷ τῆς Καππαδοκίας στρατηγῷ καὶ τὴν ἐσαῦθις ἐς Ῥωμανίαν ἐπάνοδον, καὶ ἅμα ἐδίδασκεν ὡς δεῖ κατὰ τὸν δεῖνα τόπον λόχον καὶ ἐνέδραν γενέσθαι, Ἵν´ ὅταν ἐκεῖσε, φησὶ, γένωμαι, τοὺς μὲν Σαρακηνῶν προδρόμους ἐπ´ ἄλλον τινὰ τόπον ἐξελαύνειν ποιήσω, αὐτὸς δὲ πρὸς τὰ Ῥωμαίων ἤθη ἀναδραμοῦμαι. Ὃ καὶ γέγονεν. Ὡς γὰρ κατὰ τὸ σύνθημα τῷ ὁρισθέντι ἐπλησίαζον τόπῳ, πολλὰ τὸν τοῦ Ἰσμαὴλ υἱὸν κατασπασάμενος· Σὺ μὲν ὑγιὴς, ἔφη, ἄπιθι, τέκνον, πρὸς τὸν σὸν πατέρα· ἐγὼ δὲ ἀπελεύσομαι πρὸς τὸν ἐμὸν βασιλέα καὶ κύριον.» Διασωθεὶς δ´ ἐκεῖθεν πρὸς τὴν βασιλεύουσαν ἐντυγχάνει τῷ βασιλεῖ κατὰ τὸν ἐν Βλαχέρναις τῆς Θεοτόκου ναὸν, καὶ μάγιστρος παρ´ αὐτοῦ τιμᾶται καὶ σύντεκνος ἔκτοτε χρηματίζει