Ancient Greek
1.520
Georgius Cedrenus, Compendium Historiarum 1.520
Unproofread scanNot analysed yet
καὶ σκ. λετὸς, ἐν οὐδενὶ διαφέρων ἑτέρῳ τῶν σεθνηκότων ἢ μόνῳ τῷ ἀναπνεῖν. Τίς οὖν ἐλπὶς ἢ πιῖος λόγος ἔσεται ὁ πείσων με ἀναῤῥωσθῆναι καὶ εἰς τὴν προτέραν εὐεξίαν ἐλθεῖν; Ὑπολαβόντες οὖν οἱ ὁσιώτατοι ἔφησαν πρὸς αὐτόν· Πάντα δυνατὰ καὶ οὐδὲν ἀδυνατεῖ τῷ Θεῷ. Εἰ γοβν σπουδάσεις ἀναῤῥωσθεὶς τὴν τῶν Εἰκονομάχων ἀποσβέσαι πυρκαῖὰν καὶ τὰς Ιερὰς εἰκόνας κατὰ τοὺς παλαιοὺς καὶ πατρικοὺς θεσμοὺς ἀναστηλῶσαι, εὐαγγελιζόμεθά σοι τὴν ζωήν. Εἶπον καὶ ὑπεχώρησαν. Καὶ εὐθὺς ἥ τε νόσος ἐῤῥάῖσε καὶ αἱ φυσικαὶ ἐνέργειαι ἀκωλύτως ἐπετελοῦντο, καὶ ἐν βραχεῖ τῷ χρόνῳ τελείαν τοῦ ἀῤῥωστήματος ἐσχήκει ἀπαλλαγήν. Ῥᾴων δὲ τῆς νόσου γενόμενος, ἐξιππασάμενος εὐθὺς ἄπεισι πρὸς τὸ παλάτιον καὶ εἴσεισι πρὸς τὴν βασιλίδα, καὶ πάντα τρόπον αὐτὴν παρεκίνει τὰς θείας ἀναστηλῶσαι εἰκόνας, πάλαι καὶ αὐτὴν ἀφορμῆς δράξασθαι γλιχομένην, διὰ παντὸς ἐρεθιζομένην καὶ παρὰ τῆς οἰκείας μητρὸς εἰς τοῦτο καὶ τῶν μητραδέλφων τῶν πατρικίων. Ὅμως δὲ ἀντέπιπτεν ἡ Θεοδώρα τοῖς λόγοις τοῦ Μανουὴλ, ΠΡ. ὅὅὔ] εἴτε τοὺς πρὸς τὸν ἄνδρα ὄρκους εὐλαβουμένη, εἴτε, ὡς ἔφαμεν, καὶ τὸ πλῆθος δεδοικυῖα τῶν τῇ αἱρέσει κατειλημμένων ἐγκειμένου δὲ τοῦ Μανουὴλ ἔφη ἡ Θεοδώρα, ὡς, Ὁ ἐμὸς, ὧ μάγιστρε, ἀνήρ τε καὶ βασιλεὺς ἀκριβείας ἦν ἐραστὴς, καὶ οὐδὲν ἀπερισκέπτως ἔπραξε πώποτε, καὶ τοῦτο τὸ δόγμα, εἰ μὴ ἀπηγορευμένον ἠν τοῖς ἱεροῖς νόμοις καὶ ταῖς ἀγίαις Γραφαῖς, οὐκ ἂν ἐξῶσε τῆς Ἐκκλησίας. Ταῦτα δὲ ἐκείνης εἰπούσης, ταχεῖαν ἠπείλησεν αὐτῇ καταστροφὴν τῆς ζωῆς καὶ τῆς βασιλείας ἔκπτωσιν, καὶ οὐκ αὐτῇ μόνον, ἀλλὰ καὶ τῷ ταύτης υἱῷ, εἰ μὴ τὸν θεῖον κόσμον τῶν ἱερῶν εἰκόνων ἀποδοίη ταῖς Ἐκκλησίαις. Τούτου τοῖς λόγοις εἴτε ἐκδειματωθεῖσα, εἴτε καὶ ἄλλως ἀρεσκομένη, ὡς εἴπομεν, ἡ βασιλὶς ὅλη τοῦ ἔργου γίνεται. Καὶ εὐθὺς ἀγείρεσθαι ἐν τοῖς σκηνώμασι τοῦ Θεοκτίστου προσέταττε πάντας τοὺς ἐπὶ συνέσει καὶ λόγῳ κεκοσμημένους ἔκ τε τῆς συνόδου καὶ τῆς συγκλήτου καὶ λόγους κινεῖν καὶ προβάλλεσθαι περὶ ὀρθοδοξίας. Πάντων δὲ, ὡς ἔπος εἰπεῖν, συναθροισθέντων καὶ λόγων πολλῶν ῥυέντων, καὶ μαρτυριῶν ἀπὸ τῆς θείας Γραφῆς παραχθεισῶν οὐκ ὀλίγων, τὸ εὐσεβὲς ὑπερίσχυσε μέρος καὶ δόγμα γέγονε τὰς θείας παραχρῆμα ἀναστηλοῦσθαι εἰκόνας, τῶν ἀρχιερέων καὶ μοναχῶν καὶ συγκλητικῶν, ὅσοι τῷ πάθει κατείχοντο πρότερον, τῶν πλειόνων τὸ κρεῖττον μεταμαθόντων καὶ μεταστοιχειωθέντων πρὸς τὴν ἀλήθειαν, ὅσοις δὲ δευσοποιὰ καθίκετο ἡ τῆς εὐσεβείας βαφὴ καὶ ἀμεταθέτως εἶχον, ἀπεληλαμένων τῆς πόλεως καὶ ὑπερορίαις παραπεμφθέντων. Καθῃρέθη δὲ καὶ ὁ δυσσεβὴς φατριάρχης Ἰαννῆς, καὶ τοῦ ἀρχιερατικοῦ θρόνου ἀπηλάθη δι´ ἀποστολῆς ἀξιολόγων ἀνδρῶν τῶν εἰς φυλακὴν τεταγμένων τοῦ παλατίου, Οἷς πρότερον μὲν κατελθεῖν οὐκ ἐπείθετο, οὐδ ἑκών γε αὐτοῖς τῆς ἐκκλησίας ἐκστῆναι διεβεβαιοῦτο· ὡς δ´ οὗτοι ὑποστρέψαντες πρὸς τὴν πέμψασαν βασιλίδα