Ancient Greek
1.526
Georgius Cedrenus, Compendium Historiarum 1.526
Unproofread scanNot analysed yet
Συνέβη δὲ καὶ ἕτερόν τι τὸ ὁδηγῆσαν καὶ βεβαιῶσαν τὸν ἄρχοντα πρὸς εὐσέβειαν. Ἀπλήστως οὗτος ἔχων Κπρὸς τὰ κυνηγέσια, καὶ βουλόμενος τούτοις ἐντρυφᾶν μὴ μόνον ὅτε πρὸς θήραν ἐξίοι, ἀλλὰ καὶ ὅτε σχολάζοι, διὰ ζωγραφίας ἐντρυφᾶν τοῖς τοιούτοις, οἶκον δημιουργήσας νέον Μεθόδιόν τινα μοναχὸν Ῥωμαῖον τὸ γένος, ζωγράφον τὴν τέχνην, ἐκέλευσεν ἱστορίας πληρῶσαι τὸ οἴκημα. Ὥσπερ δὲ ὑπό τινος ἐπιπνοίας θείας ὁδηγούμενος οὐκ ἐπέσκηψεν ῥητῶς ὁποῖα δὴ καὶ τίνα τῶν ζώων ἐξιστορήσοι, ἀλλ´ ἐκέλευε γράφειν ἅττα καὶ βούλοιτο, φοβερὰ μέντοι εἶναι τὰ γραφόμενα καὶ πρὸς ἔκπληξιν καὶ δέος τῶν θεωμένων. Ὁ δὲ, μηδὲν ἔτερον εἰδὼς φρικωδέστερον τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, ταύτην ἐκεῖ καθυπέγραψεν. Ἰδὼν δὲ ὁ ἄρχων ἔνθεν μὲν τῶν δικαίων τὸν χορὺν στεφανούμενον, ἐκεῖθεν δὲ τὸν τῶν ἁμαρτωλῶν κολαζόμενον, καὶ παρὰ τοῦ ζωγράφου συνεὶς τὸν νοῦν τῆς ζωγραφίας, εὐθύς τε τὴν οἰκείαν ἐξόμνυται θρησκείαν, καὶ κατηχηθεὶς, ὡς εἴπομεν, [. ὅ] παρὰ τοῦ θείου ἐπισκόπου τὰ θεῖα μυστήρια ἀωρὶ τῶν νυκτῶν τοῦ θείου μεταλαμβάνει βαπτίσματος. Οἱ δὲ τοῦ ἔθνους ἄρχοντες καὶ τὸ κοινὸν τὴν τῆς θρησκείας ἐγνωκότες μεταβολὴν κατεξανίστανται τοῦ ἄρχοντος καὶ ἀνελεῖν ἐσπούδαζον. Τούτους δ´ ἐκεῖνος μετὰ τῶν περὶ αὐτὸν ὀλίγων ὄντων τρεψάμενος, τοῦ σταυρικοῦ τύπου προηγουμένου, τῷ παραδόξῳ καταπλαγέντας Χριστιανίσαι πεποίηκε. Μετταβληθέντος δὲ παντὸς τοῦ ἔθνους πρὸς θεοσέβειαν, γράφει πρὸς τὴν δέσποιναν ἐξαιτῶν δοθῆναί οἱ γῆν, στενοχωρουμένων τῶν ὑπ´ αὐτὸν, ὑπισχνούμενος ἑνοποιῆσαι τὰ ἔθνη καὶ εἰρήνην ἐργάσασθαι ἀδιόν τε καὶ ἀμετάβλητον. Ἡ δὲ βασιλὶς ἱλαρῶς λίαν τὴν ἱκετείαν προσήκατο, καὶ δέδωκεν ἔρημον οὖσαν τηνικαῦτα τὴν ἀπὸ τῆς καλουμένης Σιδηρᾶς, ὅριον τότε τυγχάνουσαν Ῥωμαίων τε καὶ Βουλγάρων, ἄχρι τῆς Δεβελτοῦ, ἢν οἱ Βούλγαροι Ζαγορὰν κατωνόμασαν, Τοῦτον οὖν τὸν τρόπον ἡ πᾶσα Βουλγαρία μετεῤῥυθμίσθη πρὸς θεοσέβειαν, καὶ ἡ Δύσις εἰρήνης καθαρ, τάτης ἀπέλαυσε. Καὶ τὰ μὲν κατὰ τὴν Ἐσπέραν αἰθρίᾳ εἶχε, καὶ σταθηρὰ εὐσέβεια ἐπολιτεύετο. Ἀγαλλομένη δὲ ἡ βασιλὶς ἐπὶ τῷ γεγονότι καὶ τερπομένη, καὶ οἷον ἐπαυξῆσαι τὸ καλὸν σπουδάζουσα, τοὺς κατὰ τὴν Ἀνατολὴν Μανιχαίους, οὓς δὴ καὶ Παυλικιάνους ἀπὸ τῶν αἱρεσιαρχῶν ἡ κοινολεξία οἶδε καλεῖν, μεταγαγεῖν ἐσπούδασε πρὸς θεοσέβειαν, εἰ μὴ τοῦτο, ἐξᾶραι τελέως καὶ ἀπ´ ἀνθρώπων ποιῆσαι. Ὃ δὴ καὶ πολλῶν συμφορῶν τὴν οἱκουμένην ἐνέπλησεν. Οἱ γὰρ ἐπὶ τῷ πρᾶξαι τὸ πρόσταγμα ἐκπεμφθέντες τοῦ Ἀργυροῦ δὲ ἦν Αέων καὶ ὁ τοῦ Δοῦκα Ἀνδρόνικος καὶ ὁ Σούδαλις μὴ μετρίως ἀλλ´ ἀγρίως τῷ ἐπιτάγματι χρώμενοι τοὺς μὲν ξύλοις ἀνήρτων, τοὺς δὲ ξίφει παρεδίδοσαν, ἄλλους δὲ ἄλλαις κακῶν ἰδέαις παρέπεμπον, καὶ ποικίλοις καὶ παντοδαποῖς κολάσεων τρόποις ὡς δέκα μυριάδας ἀνδρῶν ἀπώλεσαν καὶ τὰς ὑπάρξεις αὐτῶν ἐδημοσίευσαν, ὡς έντεῦθεν τὸ λοιπὸν ἐπαναγκασθὲν πλῆθος πρὸς ἀποστασίαν ἀπιδεῖν. Ἡ δὲ ἀρχὴ τῆς ἀποστασίας γέγονε τοῦτον τὸν τρόπον· ἐστρατήγει τῶν Ἀνατολικῶν