Ancient Greek
1.528
Georgius Cedrenus, Compendium Historiarum 1.528
Unproofread scanNot analysed yet
ὃν καὶ εἰς σεμνεῖον ὕστερον μετεσκεύασε καὶ τὸν χοῦν ἐκεῖσε κατέθετο. Ἐκεῖθεν ἑκάστοτε ἀφικνούμενος κοινωνὸς ἐγίνετο τῶν διοικήσεων. Ἀποσεισάμενος δὲ ὁ Βάρδας τὸν Μανουήλ οὐ δι´ αὐτοῦ, ἀλλὰ διὰ τοῦ Θεοκτίστου, ἔσπευδε καιροῦ δραξάμενος ἀνύσαι τὸ σπουδαζόμενον. Ἐμπόδιον δ´ ἔχειν τὸν Θεόκτιστον εἰκότως οἰόμενος, ἔσπευδε καὶ αὐτὸν ποιήσασθαι ἐκποδὼν, τὸ πλέον δ´ ὅτι ὠνείδιζεν αὐτὸν διὰ τὴν πρὸς τὴν οἰκείαν νύμφην λαθραίαν ὁμιλίαν. Ὁ δὲ τρόπος τῆς ἐγχειρήσεως εἴληφε τοιαύτην ἀρχήν· Ὑπῆρχε τῷ βασιλεῖ Μιχαὴλ παιδαγωγὸς ἀνάγωγός τε καὶ πονηρός· τοῦτον τῶν βασιλικῶν ἀξιωμάτων ἀνωτέρω ἀναγαγεῖν ἠξίου ὁ βασιλεὺς, [Ρ. ὄάβ] καὶ εἰς μείζονα στῆσαι τιμὴν τήν τε μητέρα παρεκάλει καὶ τὸν Θεόκτιστον. Οὐκ ἔπειθε δὲ τὸν Θεόκτιστον, «Ἐπαξίως, λέγοντα, ἀλλ´ οὐκ ἀναξίως τὰ τῆς βασιλείας χρὴ διοικεῖσθαι.» Τοῦτον οὖν τὸν παιδαγωγὸν ὄργανον ὁ Βάρδας λαβὼν πονηρὸν οὐκ ἐπαύετο ζιζάνιά τινα κατὰ τοῦ Θεοκτίστου τῇ τοῦ βασιλέως ἐνσπείρειν ψυχῇ, νῦν μὲν λέγων, ὡς Οὐ καλῶς οἰκονομεῖται τὰ κοινὰ, νῦν δέ, ὡς Βούλεται τὴν μητέρα σου ἀνδρὶ συναρμόσαι ἢ μίαν τῶν σῶν ἀδελφῶν, καὶ τοὺς σοὺς ἐξορύξαι ὀφθαλμοὺς, καὶ τῆς βασιλείας ἐξεῶσαι. Ταῦτα δὲ πυκνῶς ἐνηχῶν προσετίθει ὡς συνετωτάτης δεῖ καὶ ταχίστης βουλῆς. Ὡς δὲ πολλάκις περὶ τοῦ αὐτοῦ συνήρχοντο πράγματος καὶ σκέψεις προὐτίθεσαν, ἔγνωσαν τελευταῖον τὸν εόκτιστον ποιήσασθαι ἐκποδών. Ἐδέδοκτο ταῦτα, καὶ πέρας ἐτυπώθη τοιοῦτον δοθῆναι τοῖς βουλευθεῖσιν, ἐν τῷ μέλλειν πρὸς τὸν Λαυσιακὸν ἐξέρχεσθαι τὸν Θεόκτιστον μετὰ τὴν τῶν ἀναφορῶν διοίκησιν ἐπακολουθῆσαι μικρὸν τὸν βασιλέα, καὶ τοῦτο μόνον ἀνακραγεῖν· «Ἄρατε αὐτόν.» Ὡς οὖν ὁ Θεόκτιστος προέκυπτεν ἐξιὼν τό τε δοθὲν σύνθημα ἔγνω, φυγῇ τὴν σωτηρίαν πραγματεύσασθαι ᾠήθη. Ἡ φυγὴ δὲ γέγονεν αὐτῷ πρὸς τὸν ἱππόδρομον κατὰ τὰ ἀσηκρητεῖα· ἐκεῖσε γὰρ τότε τοῖς ἀσηκρήταις ἠν καταγώγιον. Ἀλλ´ ὑπὸ πολλῶν ὁ εἷς συλληφθεὶς μένειν κατηναγκάζετο, σπασαμένου τοῦ Βάρδα ξίφος καὶ παίσειν ἐπαπειλοῦντος τὸν κωλύσειν ἢ βοηθήσειν ἐπιχειρήσοντα. Ἤγετο μὲν οὖν πρὸς τὰ Σκῦλα, φρουρᾷ τέως παραδοθησόμενος, μέχρις ἂν τὰ κατ´ αὐτὸν ἀποφήνωνται. Τέλος μὴ συμφέρον εἶναι κρίναντες αὑτοῖς τὸ ζῇν αὐτὸν δέει τῆς Αὐγούστης, ἐκπέμπουσί τινα τῶν τῆς ἑταιρείας γυμνὸν ἐπισεῖσαι τὸ ξίφος