Ancient Greek
1.532
Georgius Cedrenus, Compendium Historiarum 1.532
Unproofread scanNot analysed yet
λεγόμενον Λαλακαίωνα τόπονί, καὶ λόχους πανταχόθεν ἐπέστησε, καὶ πρὸς συμπλοκὴν ἐξεκαλεῖτο τὸν Ἄμερ. Πάντοθεν οὖν ὠς θηρίον περικλεισθεὶς ὁ Ἄμερ, καὶ περὶ τοῦ τέλους ἀγωνιῶν, τῶν αἰχμαλώτων τινὰ Ῥωμαίων προσκαλεσάμενος ἐπυνθάνετο τήν τε τῆς χώρας προσωνυμίαν καὶ τοῦ τόπον ἐν ᾧ ἔτυχεν ἐστρατοπεδευκὼς, καὶ τοῦ παραῤῥέοντος ποταμοῦ. Ὡς δὲ τὴν μὲν χώραν Λαλακαίωνα ἤκουσελέγεσθαι, τὸν ν δὲ τόπον Πτώσοντα καὶ Γύρην τὸν ποταμὸν, [Ρ ὅέ] εὐθὺς κακὸς οἰωνὸς ἑαυτῷ γενόμενος ἐξεφοίβασε λαοῦ τε κάκωσιν σημαίνειν καὶ πτῶσιν τὰ ὀνόματα, καὶ ὡς Ἀνάγκη γυρισθῆναι ἡμᾶς ὑπὸ Ῥωμαίων. Ἀλλ´ ὅμως μὴ ἀποκνητέον, φησὶν, ἀλλὰ διεγερτέον καὶ πρὸς τὸν αὔριον γενησόμενον πόλεμον ἀνδριστέον, ἔφη πρὸς τοὺς παρόντας. Ἡμέρας δὲ ἄρτι διαλαμπούσης, ἐπεὶ πάντοθεν συγκεκλεῖσθαι ἔγνω καὶ ἀνεπιχείρητος ἦν ἡ ἔξοδος, συμφέρον ἔκρινε κατ´ ἐκεῖνο τὸν μέρος χωρεῖν ὅπου τὸν Πετρωνᾶν εἶδε φυλάττοντα. Καὶ δὴ κρότῳ καὶ βοῇ τοῖς πολεμίοις προσέῤῥαξαν. Ἐπεὶ δὲ ἀνηνύτοις ἔγνω ἐπιχειρῶν, μικρὸν συσταλεὶς αὖθις σὺν ῥύμῃ ἐπεβάρει μετὰ δυνάμεως, ἀπόδρασιν ἑαυτῳ μηχανώμενος. Πάλιν δὲ ἀποτυχὼν καὶ τρὶς τοῦτον ἐπιχειρήσας τὸν τρόπον εἰς ἀμηχανίαν ἐνέπιπτεν. Ὡς δὲ πάντοθεν ἀναφανέντας καὶ ἐκπηδῶντας εἰδε τοὺς Ῥωμαίους ἔκ τε μεσημβρίας καὶ τῶν πρὸς ἄρκτον μερῶν, καὶ ἄφυκτα κατενόησε τὰ περὶ αὐτὸν εἶναι, τότε δὴ τὴν σωτηρίαν ἀπογνοὺς ἐμπίπτει τοῖς κατὰ μέτωπον ἀθρόως μετὰ σφοδρᾶς προσβολῆς. Ἔνθα καιρίαν πληγείς αὐτός τε πίπτει, καὶ τῶν αὐτοῦ διασώζεται οὐδὲ εἶς. Πυθόμενος δὲ τὴν ἦτταν ὁτούτου υἱὸς, εἰς προνομὰς μετὰ μέρους ἀποσταλεὶς τοῦ στρατοῦ, εὐθὺς πρὸς Μελιτηνὴν ἀπεδίδρασκεν. Ἀλλὰ καὶ τοῦτον ὁ τοῦ Χαρσιανοῦ καταδιώξας κλεισουράρχης χειροῦται μετὰ τοῦ στρατεύματος καὶ τῷ στρατηγῷ δίδωσι λετρωνᾷ. Ὁ δὲ Πετρωνᾶς τοιοῦτον κατὰ τοῦ Ἄμερ στήσας τρόπαιον τὴν βασιλίδα καταλαμβάνει, ἐπαγόμενος καὶ τὸν τὴν νίκην αὐτῷ προθεσπίσαντα μοναχὸν, τήν τε ἀρετὴν ἐκθειάζων αὐτοῦ, καὶ πρὸς τὸν βασιλέα καὶ Βάρδαν τὸν οἰκεῖον ἀδελφὸν ἐξυμνῶν τοῦτον καὶ μεγαλύνων Τιμᾶται γοῦν δομέστικος τῶν σχολῶν, μετὰ μικρὸν δὲ καὶ ἀπεβίω. Ἐτελεύτησε δὲ πρὸ τούτου καὶ ὁ λανουὴλ, νόσῳ δή τινι κρατηθείτ. ΜΙονωθεὶς δὲ ὁ Βάρδας ἦγε καὶ ἔφερε πάντα, καὶ τὰς ἐκ βασιλέως ἤμειβε συνεχῶς τιμὰς, ἀνήει δὲ καὶ εἰς τὴν Καίσαρος δόξαν τε καὶ τιμὴν, τοῦ Μιχαὴλ μηδενὸς ἐτέρου φροντίζοντος τῶν πολιτικῶν ἀλλ´ ἢ θεάτρων καὶ ἵππων ἁμίλλης. Καὶ τὸν δὴ χείριστον, οὐκ ἠγάπα θεατὴς εἶναι μόνον, ἀλλὰ καὶ αὐτὸς ἡνιοχεῖν καὶ παίγνιον τοῖς πᾶσι προκεῖσθαι καὶ γέλως. Καὶ ὁ μὲν ἐν τούτοις ἦν, ὁ Βάρδας δὲ διεῖπε τὰ πολιτικὰ καὶ τῆς βασιλείας κατεστοχάζετο ὡς αὐτὴν εὐκαίρως παραληψόμενος. Ἐπεμελήθη δὲ καὶ τὴς ἔξω σοφίασν γὰρ ἐκ πολλοῦ χρόνου παραῤῥυεῖσα καὶ πρὸς τὸν μηδὲν ὅλως χωρήσασα τῇ τῶν κρατούντων ἀγροικίᾳ καὶ ἀμαθίᾳ διατριβάς ἑκάστῃ τῶν ἐπιστημῶν ἀφορίσας, τῶν μὲν ἄλλων ὅπη περ ἔτυχε, τῆς δ´ ἐπὶ πασῶν ἐπόχου φιλοσοφίας κατ´ αὐτὰ τὰ