Ancient Greek
1.537
Georgius Cedrenus, Compendium Historiarum 1.537
Unproofread scanNot analysed yet
ἐδρυμένην νίκην καὶ τὰς ἐν τῷ Δευτέρῳ κατὰ τὴν ἁγίαν Ἄνναν παγίας ἱσταμένας κατέσεισεν, ἧς τὴν πτῶσιν ὁ φιλόσοφος Λέων προσημαίνειν ἀνεῖπε φανερῶς τὴν τοῦ μετὰ βασιλέα δυΚνάστου καταστροφήν. Ἐγένοντο δὲ καὶ ποταμῶν ἀφάνειαι καὶ πηγῶν, καὶ ἄλλ´ ἄττα παθήματα κατὰ πᾶσαν χώραν. Ἃ πάντα κατενωτισάμενος ὁ βασιλεὺς ὅλος εἴχετο τῶν ἱππικῶν ἀγώνων κατὰ τὸν ἐν Στενῷ ἀνεγηγερμένον ναὸν τοῦ ἁγίου μάρτυρος Μάμαντος, Ἄξιον δὲ καὶ τόδε μὴ παραλιπεῖν τὸ λόγιον παραστατικὸν τυγχάνον τῆς τε τουτουὶ τοῦ βασιλέως ἀβελτηρίας καὶ τῆς τῶν προηγησαμένων ἐπιμελείας, Τὰς τῶν Σαρακηνῶν κατὰ τῆς τῶν Ῥωμαίων χώρας ἐπιδρομὰς οἱ πάλαι βασιλεῖς διαδήλους ποιεῖν ἐθέλοντες, ἵνα μὴ αἰφνίδιοι εἰσπίπτωσιν ἐκπορθοῇντες τὰς χώρας καὶ ἐν ταῖς κώμαις καὶ τοῖς ἀγροῖς τοὺς ἐνοικοῦντας καταλαμβάνοντες, φρούριόν τι τῇ Ταρσῷ ἀγχίθυρον ἐπί τινος ὑψηλοτάτου λόφου καὶ ἐρυμνοῦ ἐδομήσαντο· Λοῦλον τῷ φρουρίῳ τὸ ὄνομα. Οἱ ἐν τούτῳ τοίνυν φρουροὶ τῆς ἐκδρομῆς λαμβάνοντες αἴσθησιν πυρσόν ἀνῆπτον, ὃν βλέποντες οἱ ἐν τῷ Ἀργαίῳ κατοικοῦντες βουνῷ ἄλλον ἀνῆπτον, καὶ Καὖ οἱ κατὰ τὸν Ἴσαμον βουνόν. Τοῦτόν τε πάλιν ὁρῶντες οἱ κατὰ τὸν Αἰγιαλὸν ἔκαιον ἕτερον, καὶ αὖθις οἱ κατὰ τὸν λεγόμενον Μάμαντα. Ετα τοῦτον ὁ Κίρκος διαδεχόμενος, καὶ τοῦτον πάλιν ὁ Μόκιλλος, ἐκεῖνον δ´ αὖθις ὁ τοῦ ἁγίου Αὐξεντίου βουν´ ς τοῖς ἐν τῷ μεγάλῳ παλατίῳ ἐπὶ τοῦτο ἀφωρισμένοις διαιταρίοις δήλην ἐτίθει τὴν προνομήν. Καὖ οὕτως κατὰ διαδοχὴν πυρσεύοντες γνῶσιν ἐν ἀκαρεῖ παρεῖχον τῷ βασιλεῖ, καὶ οἱ τῶν χωρῶν καὶ ιιοε πυνθανόμενοι τειχήρεις ἐγίνοντο καὶ τὰς ἐ δρόμος διεδίδρασκον. Τοιαύτης δὲ συνηθείας κρατούσης, συνέβη ποτὲ τοῦ Μιχαὴλ κατὰ τὸν τοῦ μάρτυρος Μάμαντος ναὸν μέλλοντος ἡνιοχῆσαι τὸν ἐκ τοῦ φάΚρου ἀναφθῆναι πυρσόν· ὃν οὗτος θεασάμενος εἰς τοσοῦτον ἐνέπεσε φόβον, δέει τοῦ μὴ παροφθῆναι τὴν αὐτοῦ ἡνιοχείαν ὑπὸ τῶν θεατῶν διὰ τὴν ἀπαίσιον ἀγγελίαν, εἰς ὅσον ἄλλος τις ἦλθε κινδυνεύων ὑπὲρ ψυχῆς· οὕτως ἐκεῖνος θεατριζόμενος οὐκ ᾐσχύνετο, Ἵα δὲ μή τι τῶν προσπιπτόντων ἀνιαρῶν δηλούμενον μαλακωτέρους ποιήσῃ τοὺς [Ρ. ὅϋ] θεατὰς προσέταξε μηκέτι ἐνεργεῖν τοὺς τῇ βασιλίδι γειτονοῦντας πυρσούς. Ἄλλοτε πάλινε γὰρ ἐκφαντικωτέραν θέτθαι τὴν τοῦ ἀνδρὸς παράνοιαν] ἐφ´ ἅρματος αὐτοῦ ἱστομένου καὶ τῆς ὕσπληγος μελλούσης αἴρεσθαινεδέδυτο δὲ τὸ βένετον, καὶ πράσινος ἦν ὁ λογοθέτης τοῦ δρόμου Κωνσταντῖνος, λευκὸς δὲ ὁ Χειλᾶς, καὶ ῥούσιος ὁ Κρασᾶς] ἀγγελία πεφοίτηκεν ὡς Ἄμερ ὁ τῆς Μελιτηνῆς ἀμηρᾶς δεινῶς λεηλατεῖ τὴν Ἀσίαν