Ancient Greek
1.54
Georgius Cedrenus, Compendium Historiarum 1.54
Unproofread scanNot analysed yet
χειροσκοπικὸν, τὸ δὲ ἐνόδιον ἢ κληδονιστικὸν, οἷον Ἐταν ἐκ τοῦ παρατυχόντος· εἰρημένου τεκμαίρηταί τις τὸ ἐσόμενον, καὶ ὅταν δι´ ὀνομάτων νεκρῶν ἐπικλήσεως, καὶ ὅταν δι´ ἄστρων καὶ ὑδάτων ἢ ὀνείρων ματαίων, οἷοι καθ´ ἑκάστην πᾶσι προσπίπτουσι· σπάνιοι γὰρ λίαν οἱ ἄνωθεν ἥκοντες. Οὐτοι δὲ πάντες δαιμονιώδεις οἱ τρόποι τῆς προφητείας καὶ στοχαστικοὶ, οἶ κατὰ συμβεβηκὸς ἀληθεύοντες ἔν τισιν ἐν τοῖς πλείστοις ἁμαρτάνουσιν. Ἄλλη δὲ προφητεία φυσικὴ, ὡς ἡ διὰ τῶν ἀλόγων· χελιδόνες γὰρ καὶ μύρμηκες καὶ γέρανοι ἐχῖνοί τε καὶ ἀλκυόνες χειμῶνος ἐπιόντος φυσικῶς ἐπαισθάνονται. Ἄλλη δὲ τεχνητὴ, ὡς ἡ παρ´ ἰατροῖς καὶ κυβερνήταις ὁρωμένη, ἥτις στοχασμὸς μᾶλλον ἢ προφητεία μετωνόμασται. Καὶ παρὰ ταύτας ἡ δημφδης τε καὶ κοινὴ, ὡς ὅταν εἴπῃ τις ὅτι μετὰ τρεῖς ἡμέρας ἔσται χειμὼν, ὅτι ἐκ φιλονεικίας ψυχῆς πολλάκις μῖσος ἐγείρεται, ἐκ τοῦ μίσους δὲ ἔριδος ἀνισταμένης καὶ κρατυνομένης ζῆλος ἐγένετο πικρὸς, ἐκ δὲ τοῦ φθόνος ἐνέσκηψε κρυπτὸς, ἐκ δὲ τοῦ ὁ θυμὸς ἀνῆπται δεινὸς, ἐκ τοῦ θυμοῦ δὲ θάνατος ἀνακύπτει πονηρὸς, εἰ μὴ κρείττοσι δηλονότι προνοίαις ἀνακόπτοιτο. Ἐν τῶ πραθῆναι τὸν Ἰωσὴφ ἐν Αἰγύπτῳ Πετεφρῇ εὐνούχῳ τῷ ἀρχιμαγείρῳ Φαραὼ, καὶ ἐν δεσμωτηρίῳ ἐγκλεισθῆναι, συνέβη τὸν ἀρχισιτοποιὸν καὶ τὸν ἀρχιοινοχόον, τοὺς εὐνούχους Φαραὼ, ἐγκλεισθῆναι ἐν τῷ αὐτῷ δεσμωτηρίῳ ἔνθα καὶ Ἰωσήφ. Ἡμερῶν δὲ διελθουσῶν ἀμφότεροι εἶδον ἐνύπνια, Ὁ μὲν ἀρχιοινοχόος ἄμπελον εἶδε θάλλουσαν βλαστοῖς καὶ πεπείρους βότρυας σταφυλῆς προβάλλουσαν, τρεῖς δὲ ταύτην ὑπέχουσαν κάτωθεν πυθμένας. «Ἐγὼ δέ, φησὶν, ᾤμην τῷ ποτηρίῳ τὴν σταφυλὴν ἐκθλίβων εἰς τὴν χεῖρα διδόναι Φαραώ.» Καὶ ὁ Ἰωσὴφ τοὺς τρεῖς πυθμένας ἔτι τρεῖς ἡμέρας ἔσεσθαί φησι, καὶ τῆς ἀρχῆς σου μεμνήσεται ὁ Φαραὼ, καὶ ἀποκαταστήσει σε εἰς τὴν προτέραν ἀρχιοινοχοίαν Ἀλλὰ μνήσθητι κἀμοῦ, ὅταν εὖ σοι γένηται, ὅτι μάτην διαβληθεὶς τῷ ὀχυρώματι τούτῳ κατακέκριμαι. Ἐπὶ τούτοις καὶ ὁ ἀρχισιτοποιὸς [Ρ. ὅῖ] ἔφη· «Τρία κανᾶ χονδριτῶν σιτοποιοῦ, ἐξ ὡν ἔργων ὁ βασιλεὺς ἐσθίει, ἐπὶ τῆς κεφαλῆς μου ἔχειν ὑπελάμβανον· καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπιόντα κατήσθιεν αὐτά.» Καὶ ὁ Ἰωσὴφ, «Ἔτι τρεῖς ἡμέραι, ἔφη, καὶ ἀφελεῖται Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ, καὶ