Ancient Greek
1.540
Georgius Cedrenus, Compendium Historiarum 1.540
Unproofread scanNot analysed yet
τοῦ Μιχαὴλ καθωπλίζετο, καὶ πρὸς τὸν τῆς Θεοτόκου ναὸν τῶν Ὀδηγῶν φοιτήσας εἰσῄει μετὰ λαμπάδων τὸν συντακτήριον ἐκπληρῶν. Ὡς οὖν τοῖς ἀδύτοις προσήγγισεν, ἄφνω τῶν αὐτοῦ ὥμων ἡ χλαμὺς ἀλισθήσασα αἰσθέσθαι τοῦτον δεινοτέρων δεινῶν παρεσκεύασε. Καὶ αὐτὸς δὲ πρὸ μιᾶς ἡμέρας τοῦ μέλλειν ἀπαίρειν ἀπὸ τῆς πόλεως, εἴτ´ ἀφ´ ἑαυτοῦ εἴτε καὶ ἄλλως ὑπὸ τοῦ μέλλοντος ἐλαυνόμενος, συναγαγὼν εἰς ταυτὸ τοὺς φίλους καὶ συμποσιάσας μεμνῆσθαί τε τῆς αὐτοῦ παρῄνει φιλίας καὶ λεγάτα, ὡς τοῦ βίου ἤδη ἔξω γινόμενος, παρσχετο. Ὡς οὖν κατὰ τῆς Κρήτης ἐξῄεσαν καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐπέβησαν, καὶ κατά τινα Χῶρον τόπον οὕτω λεγόμενον οἱ τούτῳ ὑπηρετοῦντες προκαταλαβόντες τὰς σκηνὰς κατεπήγνυον ἀμλλῃ χρώμενοι καὶ σπουδῇ, ἐνταῦθά που, εἴτε δὴ κατὰ πρόνοιαν εἴτε καὶ ἄλλως κατ´ ἄγνοιαν, τὴν μὲν τοῦ βασιλέως ἐπὶ πεδινοῦ χωρίου αὐλαίαν ἐπήξαντο, εἴς τινα δὲ λόφον ὑπερανεστηκότα τὴν τοῦ Καίσα. ρος ἀνεπέτασαν. Ὅπερ ὡς ἕρμαιον λαβόντες οἱ τῷ Μιχαὴλ προσκείμενοι καὶ προσπολεμοῦντες τῷ Καίσαρι κατῃτιῶντο τὸ γεγονὸς καὶ τὰς κατ´ ἐκείνου ἐξέκαιον συμβουλάς. Ὑπέθραττε δ´ ὅμως αὐτοὺς καὶ νωθροτέρους ἐποίει πρὸς τὴν ἐγχείρησιν ἡ τοῦ Καίσαρος κραταιοτέρα ἰσχύς· τήν τε γὰρ τοῦ δομεστίκου τῶν σχολῶν ἀρχὴν ὁ τούτου εἶχεν υἱὸς Ἀντίγονος, καὶ οἱ λοιποὶ στρατηγοὶ αὐτῷ ἐπειθάρχουν, καὶ Συμβάτιος ὁ λογοθέτης τοῦ δρόμου, γαμβρὸς ἐπὶ τῇ θυγατρὶ αὐτοῦ τυγχάνων, ἀναντιῤῥήτως τὰ ἐκείνου φρονεῖν ἐπιστεύετο. Ἀλλ´ ἔλαθεν ὁ Συμβάτιος ὑπὸ τοῦ βασιλέως κλαπεὶς καὶ τὸν φόνον τοῦ πενθεροῦ ἐργασάμενος αὐτὸς, καὶ οὐκ ἄλλος, σύνθημα τοῦ φόνου εὐτρεπισθείς. Ἄρτι γὰρ ἐξήει τὰς ἀναφορὰς ἀναγνοὺς, καὶ τὸ σημεῖον ἐδίδου τοῦ φόνου, σταυρὸν εἰς τὸ ἑαυτοῦ πρόσωπον ἐγχαράξας. Ἀνεβάλλοντο δ´ ὅμως οἱ συνωμόται, τὴν ἑταιρείαν παρισταμένην ὁρῶντες τοῦ Καίσαρος. Ὅπερ ὁ Μιχαήλ εὐλαβηθεὶς, Κμή πως κατάφωρος γενόμενος καθ´ ἑαυτοῦ τὴν μάχαιραν ἐπισπάσηται, διὰ πιστοῦ τινος ἐθαρσοποίει τοὺς ἄνδρας ταῖς ὑοιοσχέσεσι. Καὶ παρῆλθεν ἂν τὸν κίνδυνον καὶ παρεκρούσατο ὁ Καῖσαρ τῷ δέει καταπλησσομένων καὶ κατεπτηχότων τῶν συνωμοτῶν εἰ Κμή Βασίλειος ὁ μετὰ ταῦτα[Ρ. ὅβθ] βασιλεὺς, παρακοιμώμενος ὢν, διανέστη πρὸς τὴν ἐγχείρησιν· οὗτος γὰρ ἀποῤῥῖψαί τε πείθει τὸ δέος τοὺς συνωμότας καὶ πρὸς τὴν πρᾶξιν ἐπιρρωννύει. Ξιφήρεις οὖν τοὺς ἄνδρας ἰδὼν ὁ Βάρδας ἐπιόντας ἀθρόως