Ancient Greek
1.545.1 to 1.545.12
Georgius Cedrenus, Compendium Historiarum 1.545.1-12
Unproofread scanNot analysed yet
τῷ τῆς μονῆς ἡγουμένῳ ὁ μάρτυς ἐφίσταται Διομήδης, κελεύων ἐξελθεῖν εἰς τὸν τῆς μονῆς πυλῶνα καὶ ὀνομαστὶ καλέσαι Βασίλειον, καὶ τὸν ὑπακούσαντα εἰσαγαγεῖν εἰς τὸ μοναστήριον καὶ ἐπιμελείας ἀξιῶσαι· κεχρισμένον γὰρ εἶναι τοῦτον βασιλέα παρὰ Θεοῦ, καὶ αὐτὸν μέλλειν εἰς ἀνοικοδομὴν καὶ αὔξησιν τῆς παρούσης γενέσθαι μονῆς. Ὁ δὲ καθηγούμενος φάντασμα τὸ θεαβὲν εἶναι ὑπολογισάμενος ἐν οὐδενὶ λόγῳ τὰ λαληθέντα ἐποιήσατο, ἀλλὰ πάλιν ἑαυτὸν τῷ ὕσνω ἐπεδεδώκει. Τὰ ὅμοια δὲ πάλιν ἐκ δευτέρου θεασάμενος, ἐπεὶ μὴ ἀνέφερε, νωθής τις ὢν καὶ ὑπνώδης, ἐκ τρίτου βλέπει τὸν μάρτυρα οὐκέθ´ ἡσύχως καὶ πράως παρακελευόμενον, ἀλλὰ καὶ λίαν σφοδρῶς ἀπειλοῦντα καὶ μάστιγας τῷ δοκεῖν ἐπιφέροντα, εἰ μὴ θᾶττον ὑπηρετήσει τοῖς λεγομένοις, Τότε δ´ οὖν ἔμφοβος διυπνισθεὶς καὶ πὸν ὄκνον ἐκτιναξάμενος τῷ πυλῶνι ἐφίσταται, καὶ κατὰ τὸ θεῖον πρόσταγμα ἐκάλει· Βασίλειε. Καὶ ὃς εὐθύς· Ἰδοὺ ἐγὼ, κύριε· τί προστάσσεις τῷ δούλῳ σου; Εἴσω δὲ αὐτὸν τῆς μονῆς εἰσαγαγὼν δεούσης τε θεραπείας καὶ ἐπιμελείας ἠξίωσε καὶ πάσης μετέδωκε φιλοφροσύνης, Εἶτ´ ἐχεμυθεῖν ἀσφαλισάμενος καὶ μὴ ἔκπυστον πρός τινα θέσθαι, ἀλλὰ παρ´ ἑαυτῷ φυλάττειν τὸ μυστήριον παρεγγυήσας, τὴν τοῦ μάρτυρος αὐτῷ ἐφανέρωσε πρόῤῥησιν, καὶ μετὰ τὴν ἔκβασιν τῶν πραγμάτων ἑαυτοῦ τε καὶ τῆς μονῆς μεμνῆσθαι ἐδυσώπει. [Ρ. ὅθΙ] Τοῦ δὲ ὡς ὑπὲρ ἑαυτὸν τὸ πρᾶγμα ἀποσειομένου, καὶ μᾶλλον ἀξιοῦντος τὸν ἡγούμενον εἰσοικισθῆναί τινι τῶν ἐμφανεστέρων εἰς δουλείαν, ἀσπασίως ἑαυτὸν εἰς τοῦτον ἐκδέδωκεν ὁ ἡγούμενος, καὶ ἐπεὶ συνήδως εἶχε πρὸς τὴν τοιαύτην μονὴν ὁ τοῦ βασιλέως Μιχαὴλ καὶ τοῦ Βάρδα τοῦ Καίσαρος συγγενὴς Θεόφιλος, ὃν ὑποκοριζόμενοι διὰ τὸ μικρὸν τῆς ἡλικίας Θεοφιλίτζην ἐκάλουν, τούτῳ συνέστησε τὸν Βασίλειον ἀεὶ σπουδὴν ἔχοντι γενναίους καὶ εὐειδεῖς καὶ ἐπ´ ἀνδρίᾳ διαβοήτους κεκτῆσθαι περὶ αὐτὸν ὑπηρέτας· τοιούτους γὰρ προσλαμβάνων σηρικαῖς τε εὐθὺς ἐκόσμει ἐσθῆσι καὶ τῇ ἄλλῃ καταστολῇ διαπρεπῶς κατελάμπρυνε.