Ancient Greek
1.548
Georgius Cedrenus, Compendium Historiarum 1.548
Unproofread scanNot analysed yet
λαγωοῦ τῇ ῥάβδῳ τοῦ ἴππου καθήλατο πρὸς τὸ σφάξαι τὸν λαγωόν. Ἄφετος δὲ ὁ ἵππος καταληφθεὶς ἀπεσκίρτα καὶ ἀπεπήδα· καὶ πολλῶν συνδραμόντων ἱπποκόμων τε καὶ ἀρχόντων καὶ τῶν λοιπῶν τῶν περὶ τὸν βασιλέα, οὐκ ἧν τινι δυνατὸν κατασχεῖν τὸν ἴππον, ὥστε θυμωθέντα τὸν βασιλέα κελεῦσαι [. ὅτε] εἰ κρατηθείη, διακοπῆναι τοὺς ὀπισθίους αὐτοῦ τῶν ποδῶν. Παρῃτεῖτο δὲ ὁ Καῖσαρ, καὶ ἐδεῖτο τοῦ βασιλέως μὴ διὰ μίαν κακίαν τοσαύτην ἀρετὴν ἴππου μάτην παραπολέσθαι. Καὶ οἱ μὲν ἦσαν ἐν διαλογισμοῖς τοιούτοις, ὁ δὲ Βασίλειος παραδραμὼν τῷ κυρίῳ αὐτοῦ, «Εἰ περιδράμω τὸν βασιλικὸν ἵππον, ἔφη, καὶ ἀπὸ τοῦ ἑμοῦ ἐκτιναχθεὶς ἔποχος αὐτῷ γένωμαι, ἀρά γε διὰ τὴν βασιλικὴν ἐφεστρίδα καὶ τὸν κοκκοβαφῆ χαλινὸν ἀγανακτήσει ὁ βασιλεὺς κατ´ ἐμοῦ;» Τοῦ δὲ πρὸς οὖς ὑπομνήσαντος τὸν βασιλέα, κἀκείνου κελεύσαντος τοῦτο γενέσθαι, εὐφυῶς ὁ Βασίλειος τὸν ἑαυτοῦ παρελάσας ἴππον, καὶ τῷ τοῦ βασιλέως κατὰ παράλληλον ἐξισώσας γραμμὴν, ἥλατο τε εὐθέως καὶ πρὸς τὸν βασιλικὸν ἀπεπήδησεν ἵππον, μέγα θαῦμα ἐνεὶς τοῖς παρατυχοῦσι καὶ θεωμένοις. Θαυμάσας δὲ καὶ ὁ βασιλεὺς τὴν μετ´ ἀνδρίας εὐφυΐαν αὐτοῦ καὶ σύνεσιν, εὐθέως ἀποσπάσας αὐτὸν ἀπὸ τοῦ Θεοφιλίτζη ἐν τοῖς ἑαυτοῦ προσέταξε στράτορσιν. Ἠγάπα δὲ διαφερόντως αὐτὸν, καὶ ταῖς κατὰ μικρὸν προόδοις εἰς τὴν τοῦ πρωτοστράτορος τάξιν ἀνήγαγε. Κυνηγεσίας δέ ποτε γενομένης τῷ βασιλεῖ κατὰ τὸ Φιλοπάτιον προεπορεύετο τούτου ὁ πρωτοστράτωρ ἔφιππος, ἐπιφερόμενος ἐπὶ ζώνης καὶ τὸ βασιλικὸν βαρδούκιον. Θορύβου δὲ καὶ βοῆς γενομένης ὑπὸ τοῦ πλήθους λύκος τῆς ὕλης ἐξέθορε παμμεγέθης. Ὁρμήσας δὲ κατόπιν αὐτοῦ ὁ Βασίλειος ἔῤῥιψε κατὰ αὐτοῦ τὸ βασιλικὸν βαρδούκιον, καὶ τυχὼν τοῦ θηρίου κατὰ τὸ μέσον τῆς κεφαλῆς ταύτην ἐδιχοτόμησεν. Ὄπισθεν δὲ τοῦ βασιλέως κατὰ τὸ σύνηθες ἑπόμενος ὁ Καῖσαρ, καὶ τὸ γεγονὸς θεασάμενος, εἰπεῖν λέγεται πρός τινα τῶν συνήθων ἐν μυστηρίῳ· «Τοῦτον, ὡ τᾶν, ἡγοῦμαι τὸν ἄνθρωπον ὄλεθρον γενήσεσθαι ἄρὸην τῆς ἡμῶν γενεᾶς.» Φασὶ δ´ ὅτι καὶ Λέων αὐτῷ το καλέσας καὶ σημεῖα ὑποφήνας τινὰ καὶ τῷ δακτύλῳ δείξας, καὶ τοῦτον ἔσεσθαι προειπὼν τῆς συμπάσης ὑμῶν [γενεᾶς τὸν ὄλεθρον. Ἐνήδρευσεν οὖς ἀεὶ ὁ Καῖσαρ, ἤνυε δὲ οὐδέν· ἀκυρῶσαι γὰρ παγάλεπον ἦν ὅπερ ἅπαξ τῇ Προνοίᾳ γενέσθαι ἐδόκει.