Ancient Greek
1.557
Georgius Cedrenus, Compendium Historiarum 1.557
Unproofread scanNot analysed yet
τῆς πλευρᾶς, Καὶ ὁ μὲν εὐθέως περιδινηθεὶς, τῶ ἀλγήματι κατεῤῥύη τοῦ ἴππου, τῶν δὲ σὺν αὐτῷ τις Διακονίτζης τούτῳ ἦν τὸ ἐπώνυμον) τοῦ ἵππου ῥίας ἑαυτὸν ἐπιμελείας ἠξίου τὸν πεσόντα, τοῖς τε οἰκείοις γόνασι τὴν ἐκείνου κεφαλὴν ἐπιθείς καὶ τὸ συμβὰν ὀδυρόμενος. Ἐν τοσούτῳ δὲ προσγίνονται τῷ Πουλάδη καὶ ἕτεροι, καὶ καθαλλόμενοι ἐκ τῶν ἵππων τὴν τοῦ Χρυσόχειρος ἀποτέμνουσι κεφαλὴν ἤδη θανατῶντος καὶ ἐκλιμπάνοντος. Δεσμοῦσι δὲ καὶ τὸν Διακονίτζην καὶ τοῖς ἄλλοις αἰχμαλώτοις συγκαταλέγουσιν. Εὐθὺς οὖν εὐαγγέλια πρὸς τὸν βασιλέα ἐκπέμπονται, μεθ´ ὧν ἦν καὶ ἡ τοῦ Χρυσόχειρος κεφαλή. Πεσόντος ὧν τοῦ Χρυσόχειρος συναπεμαράνθη πᾶσα ἡ ἀνθοῦσα τῆς Τεφρικῆς εὐανδρία. Καὶ τὰ μὲν κατὰ τὴν Τεφρικὴν τοιοῦτον ἔσχε τὸ τέλος, καὶ ἐν ὥρᾳ μιᾷ ἡ ἐπὶ μεῖζον δόξης ἀρθεῖσα ὕψος τῶν Μανιχαίων πληθὺς ὡσεὶ καπνὸς διελύθη. Ἰγνατίου δὲ τοῦ πατριάρχου τὴν παροῦσαν μεταλ λαέαμένου ζωὴν, ἀπέδωκεν αὐθις τὴν Ἐκκλησίαν Φτίω ὁ βασιλεύς. Κατὰ τοῦτον τὸν καιρὸν ἐπιβουλὴ μηνύεται τῷ βασιλεῖ παρά τινος τῶν συνωμοτῶν, ἔξαρχον ἔχουσα τὸν πατρίκιον Ῥωμανὸν τὸν Κουρκούαν. Καὶ δὴ συλληφθέντων τῶν ἐπιβουλευσάντων ὁ μὲν Κουρκούας ἐπηρώθη τοὺς ὁφθαλμοὺς, οἱ δὲ λοιποὶ τυφθέντες καὶ καρέντες ἐξωρίσθησαν. Ὁ αὐτὸς βασιλεὺς καὶ τὸ Λοῦλον φρούριον ὑπὸ Σαρακηνῶν κατεχόμενον ἀνεκτήσατο. Προσέθετο δὲ αὐτῷ καὶ τὸ Μελοῦος, καὶ δεσπότην τὸν βασιλέα ἀνηγόρευεν. Ἐξεπόρθησε δὲ καὶ τὴν τῶν Μανιχαίων μητρόπολιν τὴν Κάμειαν δι´ ἑαυτοῦ. Ἔαρος δὲ ἤδη λάμποντος, τὸν πρεσβύτερον τῶν υἱῶν εἰληφώς Κωνσταντῖνον ἐκστρατεύει κατὰ Συρίας. Καὶ τὴν πρὸς τῷ Ἀργαίῳ Καισάρειαν τὴν πρώτην καταλαβὼν τῶν Καππαδοκῶν. ἐκεῖσέ τε αὐλισάμενος, τὴν μὲν ἄλλην πληθὺν τακτικαῖς ἐξεπόνει μελέταις, μοῖραν δὲ τοῦ στρατοῦ ἀποτεμὼν κατόπτας ἐξέπεμψεν. Αὐτὸς δὲ κατόπιν ἐφείπετο. Οἱ δὲ προόπται καὶ πρόδρομοι τὰς ἐρήμους ὀξέως διαδραμόντες φρούριον τὸ λεγόμενον Ξυλόκαστρον καὶ τὸ ἕτερον τὸ καλούμενον Φυρόκαστρον ἐξεπόρθησαν, καὶ τοὺς ἐνοίκους τούτων ἠνδραποδίσαντο. Ἐφ´ οἱς καταπλαγέντες οἱ τὸ τοῦ Φαλακροῦ λεγόμενον κάστρον οἰκοῦντες ἑκουσίως προσεχώρησαν τοῖς Ῥωμαίοις. Ὁ δὲ τοῦ Ἄμβρωνος υἱὸς Ἀπάβδελε, ὁ τῆς Ἀναβάρζης ἀμηρᾶς, ἕως μὲν μακρὰν ἀπεῖχεν Δ βασιλεὺς,[Ρ. ὥΤά] βαρβαρικῶς ἐθρασύνετο, ἐπεὶ δὲ ἤγγιζε, τῷ τῶν Μελιτηνῶν στίφει συμμίξας φυγῇτὴν μετ´ αὐτοῦ σωτηρίαν ἐπραγματεύσατο. Ὁ δὲ βασιλεὺς τήν τε Κασάμαν ἐξεπόρθησε καὶ τὴν Καρβὰν τὴν Ἀρδαλάν τε καὶ τὴν Ἐρημοσυκέαν, ὁπηνίκα καὶ Σίμας ἐκεῖνος ὁ τοῦ Ταὴλ, τὰς δυσχωρίας κατέχων τοῦ Ταύρου καὶ ἐξ ἐφόδου τὰς τῶν Ῥωμαίων λυμαινόμενος ἐσχατιὰς, πρὸς τὸν βασιλέα κατέφυγε. Μετὰ ταῦτα τὸν Ὀνοπνίκτην λεγόμενον ποταμὸν καὶ τὸν Σάρδον διαπεράσας ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ ἦλθεν εἰς Κουκουσὸν, καὶ τὰς ἐκεῖ λόχμας ἀποκαθάρας καὶ τὴν ἄβατον εὐπόρευτον πεποιηκὼς τῶν ἐνταῦθα