Ancient Greek
1.562
Georgius Cedrenus, Compendium Historiarum 1.562
Unproofread scanNot analysed yet
οὔτως καὶ ἐκ τοῦ χαμερποῦς ἐνδέχεται πάλιν ἀρθῆναι πρὸς τὸ μέγεθος.» Τούτου ἀκούσας ὁ ῥὴξ καὶ ἔννοιαν τῶν οἰκείων λαβὼν, συνετόν τε τὸν ἄνδρα λοΚγισάμενος διά τε τὴν προηγησαμένην ἀρχὴν καὶ τὸ γῆρας καὶ τὸ εὐτυχίας τε ἅμα καὶ δυστυχίας πειραθῆναι, παῤῥησίας τε μετεδίδου αὐτῷ καὶ συνδιαιτήσεως. Ὁ δὲ δόλιος ὢν καὶ πανοῦργος μηχανὴν ῥάπτει κατὰ τοῦ ῥηγὸς, ἥτις τὸν μὲν ῥῆγα τῆς Καπύης ἐδίωξεν, ἑαυτῷ δὲ τὴν πρὸς τὰ οἰκεῖα ὑποστροφὴν ἐχαρίσατο. Εἰδὼς γὰρ ὁ τοιοῦτος ὡς αἱ δύο Ἰταλικαὶ πόλεις αὐται, ἤ τε Καπύη καὶ ἡ Βενεβενδὸς, οὐ πρὸ πολλοῦ προσκτηθεῖσαι τῷ ῥηγὶ βεβαίαν οὐ φυλάττουσι τὴν πρὸς αὐτὸν πίστιν, ἀλλ´ ἀεὶ τὴν ἐλευθερίαν Κφαντάζονται, οὐκ ἀγνοῶν δὲ ὅτι καὶ διὰ φροντίδος ἐστὶ τῷ ῥηγὶ ἡ τούτων βεβαία καὶ ἀσφαλὴς κατάσχεσις, πρόσεισι τῷ ῥηγὶ καί φησιν· «Ὁρῶν σε διὰ παντὸς, ὦ βασιλεῦ, μεριμνῶντα καὶ φροντίζοντα πῶς ἂν ἀσφαλῶς καθέξεις τὰς Ἰταλικὰς ταύτας πόλεις, ἔρχομαι προσοίσων βουλήν. Ἴσθι οὖν, ὧ γενναιότατε, ὡς οὐκ ἄλλως σοι ἀμετάπτωτος ἡ τῶν πόλεων τούτων κατάσχεσις ἔσεται, εἰ μὴ τοὺς προὔχοντας τούτων εἰς τὰ ἤθη μετοικίσεις τῶν Φράγγων· φύσει γὰρ τὸ ἀκουσίως δουλούμενον ἀντέχεται τῆς ἐλευθερίας, καὶ καιροῦ λαβόμενον ἐκρήσσει τὸ σπουδαζόμενον.» Τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ ῥὴξ, καὶ λυσιτελεῖν αὐτῷ οἰηβεὶς, ἐγνώκει οὕτω ποιεῖν. Κλοιοὶ τοίνυν ἐχαλκεύοντο καὶ δεσμὰ λεληθότως ὡς ἐπί τινι χρείᾳ τάχα κατεπειγούσῃ. Οὕτω δὲ τὸν ῥῆγα εὐμηχάνως ὁ Σολδανὸς ἀδραποδίσας πρόσεισι τοῖς ἐξάρχοις τῶν πολιτῶν α γὰρ δὴ καὶ τούτοις συνήθης ἐγένετο [Ρ. ὅΤθ] καὶ συνεχῶς ὁμιλῶν διετέλειὶ καί φησι πρὸς αὐτούς· «Ἀπόῤῥητόν τι ἐξενεγκεῖν βούλομαι πρὸς ὑμᾶς, δέδοικα δὲ μὴ ἔκπυστον γενόμενον ἐμοί τε ὄλεθρον καὶ ὑμῖν κίνδυνον προξενήσῃ.» Τῶν δὲ διομοσαμένων ἐχεμυθήσειν καὶ ἀνέκφορον τηρῆσαι τὸ λαληθὲν, τὸν ῥῆγα ἔφη βούλεσθαι πάντας ὑμᾶς πρὸς τὴν ἑαυτοῦ χώραν τῆς Φραγγίας σιδηροδεσμίους ἐκπέμψαι, ὡς οὐκ ἄλλως οὔσης αὐτῷ ἀσφαλοῦς τῆς τῶν ὑμετέρων διακρατήσεως πόλεων. Τῶν δὲ ἐνδοιαζόντων καὶ μὴ πιστὰ τὰ λεγόμενα ἡγουμένων, ζητούντων δὲ σαφεστέραν τῶν λεγομένων κατάληψιν, λαβόμενός τινος τῶν ἀρχόντων ἀπῆλθεν εἰς τοὺς χαλκεῖς, καὶ διερευνᾶσθαι παρεκελεύετο τίνα τὰ μετ´ ἐπιτάσεως χαλκευόμενα· ἐπεὶ δὲ μάθοι ὅτι ἁλύσεις εἰσὶ καὶ πέδαι, ἐπανελθὼν πληροφορίαν ἐδίδου τοῖς ἄρχουσιν εὐνοῖκῶς τὸν ἄνδρα λαλεῖν, καὶ τὰ λαλούμενα ἀληθῆ τυγχάνειν καὶ ταῖς ὑμῶν σωτήρια πόλεσι. Πληροφορηθέντις οὖν οἱ ἄρχοντες καὶ σύνεδροι τῶν ῥηθεισῶν πόλεων τρόπον ἐζήτουν ὅπως τὸν ῥῆγα ἀμύνωνται. Καὶ δὴ πρὸς κιυνννκέσιον ἐξελθόντος ποτὲ ἀποκλείουσι κατ´ αὐτοῦ τὰς πύλας καὶ οὐκέτι συγχωροῦσιν αὐτῷ τὴν εἴσοδον. Ὅ δὲ μηδὲν ἐκ τοῦ παραχρῆμα δυνάμενος διαπράξασθαι πρὸς τὴν ἑαυτοῦ ὑπενόστησε χώραν. Πρόσεισι οὖν τοῖς ἄρχουσιν ὁ Σολδανὸς τὴν χάριν τῆς μηνύσεως ἀπαιτῶν· ἡ δὲ ἦν τὸ ἀπολυθῆναι καὶ ἐλευθερίως συγχωρηθῆναι ἀπελθεῖν εἰς τὴν ἑαυτοῦ πατρίδα. Ἀπολυθεὶς οὖν, ὡς τάχα εὐεργετήσας, καὶ εἰς Καρχηδόνα γενόμενος καὶ τὴν ἰδίαν ἀνακτησάμενος ἀρχὴν, ἐκστρατεύει κατὰ Καπύης καὶ τῆς Βενεβενδοῦ·