Ancient Greek
1.564
Georgius Cedrenus, Compendium Historiarum 1.564
Unproofread scanNot analysed yet
ταῖς ἐναντίαις, καὶ πολλὰς τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. Πρὸς ἅπερ ἀμηχανῶν ὁ βάρβαρος, καὶ εἰδὼς ὡς ἔφεσις καὶ ἔρως χρημάτων πολλοὺς παρασευάζει καταφρονεῖν τοῦ θανάτου, ἀσπίδα μεγάλην. πρὸ τοῦ χάρακος θεὶς καὶ χρυσίου ταύτην πεπληρωκὼς τοῦτο γέρας ἔφη δώσειν, μετὰ καὶ παρθένων ἐπιλέκτων αἰχμαλωτίδων ἑκατὸν, τῷ πρῶτος ἐπιβάντι τοῦ τείχους καὶ τοῖς ὁμοφύλοις τὴν νίκην βραβεύσαντι. Ὅπερ οἱ ἐκ τῆς πόλεως θεασάμενοι, εὐθύς τε τὸν νοῦν τῶν πραττομένων κατανοήσαντες, παρακλητικοῖς τε λόγοις καὶ διεγερτικοῖς πρὸς ἀλκὴν ἑαυτοὺς παραθαῤῥύναντες, καὶ ὑφ´ ἑν σύνθημα τὰς πύλας τῆς πόλεως ἀνοίξαντες, ἀνδρείως κατὰ τῶν Βαρβάρων ἐξώρμησαν. . ὅθΙ] Καὶ κατὰ τὴν πρώτην συμβολὴν καιρίαν δεξαμένου τοῦ ἀμηρᾶ πληγὴν καὶ πεσόντος, καὶ πολλῶν ἄλλων σὺν αὐτῷ ἀναιρεθέντων, ο διωκόντων μέχρι τῶν ὑπολοίπων νεῶν κατεσφάττοντο, καὶ φόνος ἐγένετο τῶν Βαρβάρων πολύς· οἱ δὲ περιλειφθέντες ὀλίγας πληρώσαντες τῶν νεῶν μετ´ αἰσχύνης ἀπέφυγον πρὸς τὰ ἴδια. Καὶ ὁ μὲν ἐκ τῆς Ταρσοῦ στόλος τοιοῦτον ἔσχε τὸ πέρας. Ἕτερος δὲ πάλιν ἀπὸ τῆς Κρήτης ἀντηγείρετο στόλος. Σαὴλ γὰρ τοῦ Ἀπόχαψ ἀρχηγοῦ τῆς Κρήτης ὑπάρχοντος, ἂώτιός τις ἀνὴρ πολεμιστὴς καὶ δραστήριος παρ´ αὐτοῦ κατὰ Ῥωμαίων ἐστέλλετο μετὰ ἑπτὰ καὶ εἴκοσι κουμπαρίων, ἃς δὴ γαλέας κατονομάζειν εἰώθασιν, ὃς ἐξορμήσας ἐκ Κρήτης τὰς ἐν τῷ Αἰγαίῳ νήσους καὶ τὰς παραλίους κατεληΐζετο, καὶ μέχρι τῆς ἐν Ἐλλησπόντῳ Προικοννήσου κατέλαβε, τὰ παρατυχόντα ἀνδραποδιζόμενός τε καὶ διαφθείρων Τούτῳ συναντήσας μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου ὁ πατρίκιος Νικήτας καὶ δρουγγάριος πλωίμων ὁ Ὠορύφας, καὶ τοῦ Ῥωμαϊκοῦ στόλου κατάρχειν λαχὼν, περὶ τὸ στόμιον τοῦ Αἰγαίου παρὰ τὴν Καρδίαν, καὶ μάχην καρτερὰν συστησάμενος, εὐθὺς τὰ μὲν εἴκρσι τῶν Κρητικῶν σκαφῶν τῷ ὑγρῷ πυρὶ συγκατέφλεξε, καὶ τοὺς ἐν αὐτοῖς Βαρβάρους μάχαιρα καὶ πῦρ καὶ ὔδωρ διεμερίσαντο· ὅσα δὲ τὸν ἐκ τῆς ναυμαχίας καὶ τὸν ἐκ τῆς θαλάσσης διέφυγον κίνδυνον, φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο. Ἀλλὰ καίπερ οὕτω δεινῶς θραυσθέντες οἱ Κρῆτες οὐκ ἠγάπησαν ἠρεμεῖν, ἀλλὰ πάλιν τῶν κατὰ θάλασσαν ἀντείχοντο πραγμάτων, καὶ λῃστρίδας ἐξαρτυσάμενοι ναῦς τὴν Πελοπόννησον καὶ τὰς κάτωθεν αὐτῆς νήσους ἐλύπουν, τὸν ἄνωθεν ῥηθέντα Φώτιον ναύαρχον ἔχοντες. Ἐξορμᾷ καὶ κατὰ τούτων ὁ τοῦ Ῥωμαϊκοῦ στόλου ἐξηγούμενος Νικήτας πατρίκιος ὁ Ὠορύφας, ἐπιφόρῳ δὲ καὶ αἰσίῳ χρησάμενος πνεύματι δι´ ὀλίγων ἡμερῶν καταλαμβάνει τὴν Πελοπόννησον καὶ τῷ λιμένι προσίσχει τῶν Κεγχρεῶν. Μαθὼν δὲ ὅτι τὰ τῶν ἐχθρῶν σκάφη τὰ δυτικώτερα μέρη Πελοποννήσου ληῖζεται, Μοθώνην καὶ Πύλον καὶ Πάτρας καὶ τὰ προσεχῆ Κο. ρίνθῳ χωρία, βουλὴν βουλεύεται συνετὴν καὶ σοφήν, Ἰλιγγιάσας γὰρ περιοδεῦσαι τὴν Πελοπόννησον διά τε Ταινάρου καὶ Μαλέου καὶ χιλίων μιλίων μῆκος, τηνάλλως ἀναμετρήσασθαι καὶ τοῦ προσήκοντος ὑστερῆσαι καιροῦ, ὡς εἶχεν, εὐθὺς ἑν νυκτὶ διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ, πολυχειρίᾳ χρησάμενος, πρὸς τὴν ἐκεῖθεν θάλασσαν κατὰ τὸ ξηρὸν διαβιβάζει τὰς ναῦς. Ἐμβιβάσας δὲ τὸν λαὸν ἐν αὐταῖς ἔργου εἴχετο. Καὶ οὖτω μηδὲν πεπυσμένοις περὶ αὐτοῦ τοῖς πολεμίοις