Ancient Greek
1.573
Georgius Cedrenus, Compendium Historiarum 1.573
Unproofread scanNot analysed yet
τὴν τοιαύτην ὑπηρεσίαν ἱκέτευσαν, ὑπέστρεψεν ἄπρακτος ὁ πεμφθεὶς, καὶ τῷ βασιλεῖ τὰ παρ´ ἐκείνων λαληθέντα ἀπήγγειλεν. Ἅπερ ἀκούσας, «Εἰ τὸ ἐμὲ ἐξελθεῖν δοκεῖ εἶναι ἀδύνατον, παραιτοῦνται δὲ τὴν λειτουργίαν οἱ λαμπρότατοι μάγιστροι, οὐδένα ἔχων τοῦ πράγματος διοικητὴν ἀξιόχρεων καταλειφθῆναι τοῦτο ἀνεπίσκεπτον [Ρ. ΒθΙ] βούλομαι Κρεῖττον γὰρ, φησί, παρακερδαίνειν τινὰς ἀπὸ τῶν Ρ ἂν ξ. ´Ξξὰσς; μος ὀποπτειειν ζημίαν τονάς συνρίσουσαν αὐτοῦς καὶ συμπνογουσαν.» Καὶ διὰ τοῦτο παρὰ πάντα τὸν τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἔμεινεν ἀνεξίσωτος ἡ φάναι μᾶλλον ἐλεύθερος καὶ ἀδιάπρακτος ὁ ὑπὸ τὴν Ῥωμαϊκὴν ἐξουσίαν ἅπας τῶν ὅλων θεμάτων λαός. Τοῦ πρεσβυτέρου δὲ τῶν υἱῶν τοῦ βασιλέως, Κωνσταντίνου, ὡς εἴπομεν, τὸν βίον μετημειφότος, καὶ τοῦ φίλτρου καὶ τῶν ἐλπίδων ἐπὶ τὸν δεύτερον υἱὸν Λέοντα μεταπεσόντων, δεινὸς ὁ φθόνος ὁπλίζεται κατ´ αὐτοῦ· καὶ ὅπως, τὰ ἑπόμενα δηλώσει τρανότερον. Μοναχὸς ἦν τις τῶν πάνυ φιλουμένων καὶ πιστευομένων Βασιλείῳ τῷ βασιλεῖ, ἦν δὲ καὶ ἱερεὺς, ὃν Σανδαβαρηνὸν κατωνόμαζον· ὃς εἰ καὶ παρὰ τοῦ βασιλέως ἐστέργετο, ἀλλ´ οὐκ εἶχε παρὰ τοῖς ἄλλοις δόξαν χρηστὴν, καὶ διὰ τοῦτο καὶ πολλάκις παρὰ Λέοντος τοῦ υἱοῦ τοῦ βασιλέως διεκωμῳδεῖτο ὡς ἀπατεὼν καὶ γόης καὶ τὸν βασιλέα τῶν καθηκόντων ἐξάγων λογισμῶν καὶ εἰς ἃ μὴ δεῖ παρασύρων. Ὑφʹ ὧν δακνόμενος ἐκεῖνος τὴν ψυχὴν, καὶ ἀνταμύνασθαι σπεύδων τὸν λυποῦντα, φιλίαν ὑποκρίνεται πρὸς τὸν Λέοντα, καί ποτέ φησι πρὸς αὐτόν· Ἵνα τί, ὦ βασιλεῦ, νεανίας ἤδη ὢν καὶ παρὰ τῷ πατρί σου φιλούμενος, μὴ ἐπιφέρῃ ῥομφαίαν ἢ μάχαιραν, ὅταν κατ´ ἀγροὺς συνιππάζῃ σου τῷ πατρὶ, ἵνα καὶ αὐτῷ, εἰ κατὰ θηρίου σχῇ χρείαν, ἐπιδιδῷς, καὶ εἴ τι λαθραῖον πολλάκις κατ´ αὐτοῦ ἐπιβούλευμα γένηται, μὴ ἄνοπλος εὑρεθῇς, ἀλλ´ ἔχῃς τι μεθ´ ὅτου δυνήσῃ τοὺς πατρικοὺς ἐχθροὺς ἀνταμύνασθαι;» Οὐχ ὑπειδόμενος δὲ τὸν δόλον ὁ Λέων, οὐδὲ συννοήσας τὴν μηχανὴν, δέχεται τὴν συμβουλὴν, καὶ μάχαιραν ἐντὸς τοῦ ὑποδήματος ἐπιφέρεσθαι πείθεται. Γνοὺς δὲ ὁ Σανδαβαρηνὸς εἰς ἔργον χωρήσασαν τὴν ἑαυτοῆ σκευωρίαν, πρόσεισι τῷ βασιλεῖ καί φησι· «Γνωστὸν σοι ἔστω, ὧὦ βασιλεῦ, ὡς ἐπιβουλεύει τῇ ζωῆ σου Δ´ σὸς υἱός· καὶ εἰ ἀπιστεῖς, ὅταν κατὰ θήραν ἐξίῃς, κέλευσον περιαιρεθῆναι τὰ πέδιλα τῶν ποδῶν αὐτοῦ, καὶ εἰ εὐρεθείη ξίφος ἐπιφερόμενος, ἔσται πάντως ἡ ἐμὴ συμβουλὴ συμφέρουσα.» Ἐλέχθη ταῦτα, ἔξοδος κατηγγέλθη βασιλικὴ, συνεξῆλθεν ἅπαν τὸ εἰωθὸς ἔξεισι καὶ Λέων ὁ τοῦ βασιλέως υἱός. Καὶ κατάτινα τόπον γενόμενος ὁ βασιλεὺς προσποιεῖται χρείαν ἔχειν μαχαίρας, καὶ ἐπεζήτει ταύτην μετ´ ἐπιτάσεως. Μηδὲν οὗν τῶν ὑπονοουμένων τῷ πατρὶ προειδὼς ὁ υἱὸς, ἀπονήρως ἐφελκυσάμενος ἡν ἐπεφέρετο μάχαιραν ἐπιδίδωσι τῷ πατρί. Τούτου γενομένου αἱ μὲν τοῦ Σανδαβαρηνοῦ προσαγγελίαι εὐθὺς ἐπιστεύοντο, αἱ δὲ παρὰ τοῦ Λέοντος ἀπολογίαι μάταιοι καὶ κεναί. Ὑποστρέψας οὖν ὁ βασιλεὺς εἰς τὰ βασίλεια