Ancient Greek
1.575
Georgius Cedrenus, Compendium Historiarum 1.575
Unproofread scanNot analysed yet
καὶ μὴ συγχωρῆσαι τυραννικόν τι παθεῖν· καὶ γὰρ δὴ καὶ ἐφέρετο λόγος ὡς αὐτὸς ὁ Φώτιος οἰκείῳ συγγενεῖ μνηστευόμενος τὴν βασιλείαν καὶ τῷ Σανδαβαρηνῷ κοινολογησάμενος, καὶ δόξαν ἀμφοῖν μὴ ἄλλως ἐπιτυχεῖν τοῦ ἐφετοῦ εἰ μὴ ὁ Λέων ἐκποδὼν γένοιτο, τὴν προειρημένην ἔῤῥαψαν κατ´ αὐτοῦ συκοφαντίαν. Τοῦτον οὖν ἔγνω πρῶτον μετακινῆσαι τοῦ θρόνου, καὶ ταχέως ἐκπέμψας τὸν μάγιστρον Ἀνδρέαν τὸν στρατηλάτην, ἅμα τῷ μαγίστρῳ Ἰωάννῃ καὶ γεγονότι λογοθέτη τοῦ δρόμου τῷ Ἀγιοπολίτῃ, κατὰ τὴν Μεγάλην Ἐκκλησίαν ἀνελθεῖν ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας προσέταξε, καὶ τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας πάντων εἰς ἐπήκοον ἀναγνόντας τοῦ θρόνου τοῦτον καταγαγεῖν κἀν τῆ τῶν Ἀρμονιανῶν περιορίσαι μονῇ. Κατὰ πόδας δὲ Στέφανον σύγκελλον, τὸν ἑαυτοῦ ἀδελφὸν, ὁ βασιλεὺς πατριάρχην προβάλλεται, ὅτι μὴ τοῖς ζῶσιν ἐνηριθμεῖτο ὁ Ἡρακλείας, ὑπὸ Θεοφάνους χειροτονηξῆξλεαχξ μηῃμαῃη, ωνφάνιοσον,ὴωοσνκανο ο εἱρημένην Ἐκκλησίαν πηδαλιουχοῦντα εἰσαγαγεῖν ὡς αὐτὸν προσέταξεν. Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, τὸν στρατηλάτην Ἀνδρέαν καὶ ἄλλους συγκλητικοὺς πολλοὺς εἰς τὸ ἐν Χρυσουπόλει τοῦ Φιλιππικοῦ μοναστήριον ἐκπέμψας μετὰ κλήρου καὶ κηρῶν καὶ λαμπάδων καὶ ἀρωμάτων ἐξαγαγεῖν τοῦ τάφου τὸν ἀναιρεθέντα βασιλέα Μιχαὴλ διωρίσατο, ἐν κυπαρισσίνῃ τε λάρνακι καταθεῖναι καὶ ἐντίμως καὶ βασιλικῶς περιστείλαντας ἐν τῇ πόλει εἰσαγαγεῖν, κἀκεῖθεν μετὰ ᾠδῶν καὶ ὕμνων ἄχρι τοῦ ναοῦ τῶν Ἀγίων Ἀποστόλων προπέμψαι, ἑπομένων ἐκεῖσε καὶ τῶν τοῦ βασιλέως ἀδελφῶν Ἀλεξάνδρου καὶ Στεφάνου τοῦ πατριάρχου, καὶ ἐν λάρνακι θεῖναι μαρμαρίνῃ· ὃ καὶ ἐγένετο Προεβάλλετο δὲ καὶ Στυλιανὸν τὸν Ζαουτζᾶν μάγιστρον καὶ λογοθέτην τοῦ δρόμου· ἤδη γὰρ ἥρξατο πλησιάζειν τῇ αὐτοῦ θυγατρὶ, ζώσης ἔτι τῆς κατὰ νόμον συνεζευγμένης αὐτῷ γυναικὸς τῆς Αὐγούστης Θεοφανοῦς, ἀκουούσης καὶ βλεπούσης τὰ γινόμενα,, καὶ μηδαμῶς τῷ τῆς ζηλοτυπίας πάθει ἀναφλεχθείσης ποτε. [Ρ. ὅθα] Κατὰ πόδας δὲ παρελήφθη παρὰ τῶν Ἀγαρηνῶν καὶ ἡ κατὰ τὸ Χαρσιανὸν διακειμένη πόλις ἡ ὑψηλὴ, καὶ ᾐχμαλωτίσθη ἅπας ὁ ἐν ταύτῃ λαός. Ἐγένετο δὲ καὶ ἐμπρησμὸς κατὰ τὸ μεσημβρινὸν μέρος τῆς πόλεως, ἐν τῇ λεγομένῃ Σιδηρᾷ. Ἔργον