Ancient Greek
1.59
Georgius Cedrenus, Compendium Historiarum 1.59
Unproofread scanNot analysed yet
Οἱ βασιλεῖς Ῥωμαίων ἀπὸ τοῦ Αὐγούστου ἐκαλοῦντο Ἰδίῳ δὲ ὀνόματι ἕκαστος ἐχρῆτο, ὥσπερ καὶ ὁ σκληροκάρδιος οὗτος Φαραὼ Πετισσώνιος, ὡς ἰστοροῦσιν. οἱ παλαιοὶ, Ἰδίῳ ὡνόμαστο ὀνόματι, ὅς ὑπὸ τῶν θεηλάτων πληγῶν περιστατούμενος, εἰς τὸ περιβόητον ἐν Μέμφει μαντεῖον γενόμενος καὶ θυσιάσας, ἐπύθετο παρὰ τῆς Πυθίας οὑτω φάσκων· «Σαφήνισόν μοι, τίς ἑστι πρῶτος ὑμῶν καὶ μέγας Θεὸς τοῦ Ἰσραήλ.» Καὶ εὐθὺς ἀπεφθέγξατο χρησμολογοῦν οὕτω τὸ πνεῦμα· «Ἔστι κατ´ οὐρανοῦ μεγάλοιο βεβηκὸς, φλογὸς ὑπερβάλλον, αἴθριον, ἀέναον, ἀθάνατον πῦρ, ὃ τρέμει πᾶν, οὐρανὸς, γαῖά τε καὶ θάλασσα, ταρτάριοι βύθιοί τε δαίμονες ἐῤῥίγησαν. Οὗ. τος Θεὸς ἀπάτωρ, αὐτοπάτωρ, πατὴρ υἱὸς αὐτὸς ἑαυτοῦ τρισόλβιος. Εἰς μικρὸν δὲ μέρος ἀγγέλων ὑμεῖς δὲ μαθὼν ἄπιθι σιγῶν.» Οὕτως ἀκούσας Φαραὼ αὐτίκα πλακὶ λιθίνῃ γραφῆναι ταῦτα κελεύει τὰ ῥήματα· καὶ ἔστιν ἐκεῖ γεγλυμμένα ἐν τῷ ἱερῷ ἐν Μέμφει Ἐκεῖθεν καταβὰς ἀπέλυσε παραχρῆμα τὸν λαόν. Ὅτι ἀπὸ Ἀδάμἕως τῆς τελευτῆς τοῦ Ἰωσὴφγενεα κγʹ, ἔτη, γχοβʹ. Ὅτι Μωϋσῆς καὶ Ἄδμωσις καὶ Τέθμωσις ὠνομάζετο, υἱὸς Ἀβραὰμ, ἔγγονος Καγὰθ υἱοῦ Λευὶ ὁ γὰρ Λευὶ ἐγέννησε τὸν Καγαθὰθ, ὁ δὲ τὸν Ἀβραάμ. Ὁ δὲ τὴν Ἰοχαβὲδ τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ λαβὼν γυναῖκα ἐγέννησε πρῶτον τὸν Ἀαρὼν, εῖτα [Ρ.] Μωϋσῆν καὶ τὴν ἀδελφὴν αὐτῶν Μαριάμ. Ἐκ φυλῆς δὲ Λευὶ ἦν Μωσῆς, καὶ διὰ τοῦτο οὐ γενεαλογεῖται μετὰ Ἰωσήφ. Ξε´ δὲ ἔτη εἰσὶν ἀπὸ τῆς τελευτῆς Ἰωσὴφ ἕως γεννήσεως Μωϋσέως. Καὶ πληροῦται τὰ τετρακόσια τριάκοντα ἔτη· ἀπὸ τοῦ οεʹ ἔτους Ἀβραὰμ ἕως τοῦ πρώτου ἔτους Μωῆσέως. Εἰ δὲ τετρακόσια μόνα ζητεῖς, ἀπὸ τοῦ ἑκατοστοῦ ἔτους Ἀβραὰμ ἀριθμήσας εὐρήσεις. Ἀριθμοῦνται γὰρ παρά τινων τὰ τῆς δουλείας ἔτη ρμε´ ἀπὸ τῆς τελευτῆς Ἰωσήφ ἕως παʹ ἔτους Μωθσέως. Λέγουσι δὲ ὡς τοῦ Μωϋσέως γεννηθέντος Μελχίαν παρά τοῦ πατρὸς κληθῆναι, ὅπερ ἐστὶ βασιλεύς. Τὸ δὲ καλεῖσθαι Μωυσέα, ἐξ ὑδάτων τοῦτο ἐτέθη ὕστερον, προῖστοροῦν τὰ ἐπὶ τῆς Ἐρυθρᾶς δι´ αὐτοῦ γενόμενα θαύματα. Θεοφιλὴς δὲ ὢν ὁ πατὴρ αὐτοῦ ἐχρηματίσθη τὰ κατ´ αὐτὸν ἅπαντα. Ἀναιρεῖσθαι δὲ προσέταξε Φαραὼ τὰ τῶν Ἑβραίων ἄῤῥενα δεινοῦ τινος ἱερογραμματέως ἀκούσας πρόῤῥησιν, εἰπόντος ὅτι τὸ γενόμενον παιδίον τούτῳ τῷ καιρῷ τὴν τῶν Αἰγυπτίων ἀρχὴν καταλύσει. Μούθι δις δὲ ἡ θυγάτηρ Φαραὼ, ἡ καὶ Φαρηῖς, βασιλὶς οὖσα, τοῦτον ἀνελομένη τοῦ ὕδατος, ταῖς συμπορευομέναις γυναιξὶ τοῦτον θηλάζειν ἐπέτρεψεν. Λὐτὸς δὲ πάσας ἀπεστράφη. Μαρία δὲ ἡ τούτου ἀδελφὴ τῆ Μούθιδι συνοῦσα, ἥτις καὶ ῥιφέντος Μωϋσέως ἐσκόπει τὸ ἐκβησόμενον, τὴν ἰδίαν μητέρα Ἰοχαβέτην λεγομένην καλεῖ ὡς ἀλλοτρίαν, καὶ μισθοὺς ὑποσχεθέντος αὐτῇ τῆς τιτθείας ἀνατρέφειν δοῦσα,