Ancient Greek
1.61
Georgius Cedrenus, Compendium Historiarum 1.61
Unproofread scanNot analysed yet
Ἡσαῦ, καθὼς ἡ Γραφὴ πέμπτον αὐτὸν ἀπὸ τοῦ Ἀβραὰμ λέγει. Ἀβραὰμ γὰρ, φησὶν, ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ δὲ τὸν Ἡσαῦ, Ἡσαῦ δὲ τὸν Ῥαγουὴλ καὶ τὸν Ζάρα, Ζάρα δὲ τὸν Ἰὼβ, ὃς ἐγένετο ἄνθρωπος σώφρων καὶ σεμνὸς, λέγων οὕτως· «Εἰ δὲ καὶ ἐπηκολούθησον ὁ ὁφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ, καὶ διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου.» Οὐ μὴν δὲ ἀλλὰ καὶ ὑπὲρ τῶν οἰκείων τέκνων θυσίας προσῆγε καθ´ ἡμέραν, φάσκων· «Μήποτε κακὰ ἐνενόησαν πρὸς τὸν Θεόν.» Εἰκότως οὖν ἔφη· «Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, θεοσεβής,» καὶ τὰ ἑξῆς. Οἱ μὲν γὰρ ἔξω φιλόσοφοι τὸν ὅρον δηλοῦντες τοῦ ἀνθρώπου φασίν· Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν· ἡ δὲ θεία Γραφὴ οὐχ οὕτως, ἀλλ’· Ἄνθρωπός ἐστι θεοσεβὴς, ἄμεμπτος, δίκαιος, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὡς ὅγε τούτοις μὴ μεμαρτυρημένος οὐδὲ ἄνθρωπος, ἀλλὰ κτῆνός ἐστιν. Ἐὰν γὰρ ἔχῃ τὸν χαρακτῆρα τῆς φύσεως ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούσεται παρὰ τοῦ προφήτου λέγοντος· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Ὥασπερ τοίνυν καὶ ἡμεῖς ἀποστέλλοντες υἱὸν ἢ οἰκέτην [Ρ. Α] ἐπί τινα πρᾶξιν λέγομεν, Ὡς ἄνθρωπος ἅψαι τῆς πράξεως, καὶ τὸ κοινὸν ποιούμεθα ἴδιον· οὕτως εἰ καὶ πάντες ἄνθρωποι λέγονται, μόνος ἐκεῖνος ἀληθῶς ἐστιν ὁ τὴν εἰκόνα σώζων καὶ τὸ πρωτότυπον μὴ ἀφανίζων. Εἰπεν οὐν τὸν Ἰὼβ ἄνθρωπον καὶ ἀπὸ τῆς Αὐσίτιδος χώρας, ὅπως ἐκ τῆς κομώσης γῆς τὴν ἀσέβειαν τὸν καρπὸν ἀνυμνήσεις. Ὅν ὁ ἀρχέκακος ὁρῶν, καὶ φθόνῳ βαλλόμενος, αἰτεῖται παρὰ Θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμὸν, ἵνα σὺ θάρσος λάβῃς, καὶ μάθῃς ὅπως οὐκ ἔχει ἐξουσίαν δαίμων κατὰ θεοσεβοῦς καὶ ὄντως Χριστιανοῦ καὶ φοβουμένου τὸν Θεὸν, ἐὰν μὴ ἐπιτροπὴ Δνωθεν γένηται ἢ διὰ παιδείαν ἢ διὰ συγχώρησιν. Ὅταν γὰρ ἐπάγῃ ὁ Θεὸς παιδευτήρια, ἢ δίκας ἀπαιτεῖ τῶν ἀμαρτημάτων ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων. Οὐ γὰρ ἠδυνήθη πολεμῆσαι τῷ Ἰὼβ, ἕως ἐπετράπη. Καὶ μὴ θαυμάσῃς, οὐδὲ γὰρ κατὰ χοίρων ἐξουσίαν ἔχει, καθὼς ἐν τοῖς Εὐαγγελίοις ἤκουσας. Οἱ μεν οὖν θεῖοι ἄγγελοι διακονοῦσι ταῖς τῶν ἀγαθῶν ἀνθρώπων σωτηρίαις· Πάντες γὰρ, φησὶ, λειτουργικὰ πνεύματά εἰσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονοιμεῖν σωτηρίαν· οἱ δὲ πονηροὶ δαίμονες ταῖς κατὰ τῶν ἀμαρτωλῶν τιμωρίαις. «Ἐξαπέστειλε γὰρ, φησὶν, εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ,» θυμὸν καὶ ὀργὴν καὶ θλτψιν, ἀποστολὴν δι´ ἀγγέλων πονηρῶν. Οἱ τοίνυν δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ´ ὑπὸ ζυγὸν κεῖνται τῆς δουλείας, καὶ κελεύονται πρᾶξαι ὡς δήμιοί τινες τὰ προσταττόμενα παρὰ τοῦ Θεοῦ καὶ τῶν ἁγίων. Καὶ δηλοῖ Παῦλος περὶ τῶν Κορινθίων λέγων· «Οθς παρέδωκα τῷ Σατανᾷ, ἵνα