Ancient Greek
1.71
Georgius Cedrenus, Compendium Historiarum 1.71
Unproofread scanNot analysed yet
Πρόβλημα δέ ἐστι λόγος συνεσκιασμένος καὶ αἰνιγματώδης, κατὰ τὸ εἰρημένον· «Κλινῶ εἰς παραβοβολὴν τὸ οὖς μου, ἀνοίξω ἒν ψαλτηρίῳ τὸ πρόβλημά μου.» Πρόβλημα ἐστι θεώρημα συντεῖνον πρὸς θεωρίαν καὶ γνῶσιν. Παράδειγμα δέ ἐστιν ἀπὸ τοῦ καθ´ ἕκαστον ἄγον ἐπὶ τὸ καθόλου, ἢ δεῖξις πιστουμένη τὸ μερικὸν διὰ μερικοῦ καὶ ὁμοίου. Παροιμία δ´ ἐστὶ λόγος ἀπόκρυφος δι´ ἑτέρου προδήλου σημαινόμενος. Ἀλληγορία δ´ ἐστὶν ἡ ἐπὶ τῶν ἀψύχων, οἷον ὁρέων καὶ βουνῶν, [Ρ. ὅ] δένδρων καὶ λοιπῶν. Τροπολογία δ´ ἐστὶν ἡ ἐπὶ τῶν ἡμετέρων μελῶν, οἷον κεφαλῆς ὀφθαλμῶν καὶ τῶν λοιπῶν· τροπολογία δὲ ἀπὸ τοῦ τρέπεσθαι λέγεται. Ἐντεῦθεν ὅρα μοι τὰς πράξεις τῶν κριτῶν. Ἀναγκαῖον δὲ ἡγησάμεθα καὶ περὶ τῆς τῶν κριτῶν τοῦ Ἰσραήλ πράξεως ἐν βραχεῖ ἐπισημήνασθαι, ἷνα τοὺς μὲν εἰδότας εἰς ἀνάμνησιν ἀναγάγωμεν, τοῖς δὲ ἀγνοοῦσι μικράν τινα εἴδησιν ἐντεῦθεν παράσχωμεν. Μετὰ τελευτὴν Ἰησοῦ κατελείφθησαν ἔθνη πρὸς τὸ πειράσαι τὸν Ἰσραήλ· θείᾳ γὰρ προγνώσει ὁ Θεὸς ἤδη τὴν ἀποστασίαν αὐτῶν, ὅτι προστεθήσονται τοῖς εἰδώλοις, καὶ ἐξέδοτο αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν τῶν καταλειᾳθέντων, καὶ ἐταπείνωσαν καὶ ἐφορολόγουν αὐτούς. Κατῆλθε δὲ ἄγγελος Κυρίου εἰς τὴν κοιλάδα καὶ πᾶς Ἰσραήλ· καὶ ἤλεγξεν αὐτοὺς ὁ ἄγγελος περὶ τῆς ἀποστασίας αὐτῶν, καὶ ὅτι διὰ τοῦτο παρεδόθησαν τοῖς ἔθνεσι. Καὶ ἔκλαυσε πᾶς ὁ λαὸς, μνησθέντες τῶν εὐεργεσιῶν Κυρίου καὶ τῆς ἐνισταμένης κακώσεως αὐτῶν. Ὅθεν ἐκλήθη ὁ τόπος ἐκεῖνος κοιλὰς κλαυθμῶνος· διὰ γὰρ τὸ μὴ ἐξολοθρεῦσαι τὸν Ἰσραὴλ τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς, ἀλλὰ καὶ μαθεῖν τὰ ἔργα αὐτῶν καὶ μιγῆναι αὐτοῖς καὶ δουλεῦσαι τοῖς γλυπτοῖς αὐτῶν, διὰ τοῦτο παρεδόθησαν εἰς χεῖρας τῶν ἀλλοφύλων. Τῇ οἰκείᾳ δὲ φιλανθρωπίᾳ κινούμενος ὁ Θεὸς ᾠκτείρησε τὸν Ἰσραὴλ, καὶ ἀνέστησεν αὐτῷ πρῶτον κριτὴν τὸν Γοθονιὴλ, γαμβρόν ὄντα τοῦ Χάλεβ, ὅστις Χάλεβ ζήσας ἔτη ργʹ ἐν δυνάμει ὡς νεανίας εἰσήρχετο καὶ ἐξήρχετο ἐν τῳ πολέμῳ. Καὶ ἐνίσχυσε Κύριος τὸν Γοθονιὴλ, καὶ τὸν βασιλέα Συρίας ἐπάταξε. Καὶ εἰρήνευσεν ἡ γῆ ἕως τῆς ζωῆς αὐτοῦ ἔτη μʹ. Καὶ πάλιν ἀπέστη Ἰσραὴλ ἀπὸ Κυρίου, καὶ ἐπήγειρεν αὐτοῖς Κύριος τὸν Ἐκλὼμ βασιλέα Μωὰβ, καὶ ἐδουλώσατο τὸν Ἰσραὴλ ἔτη ιηʹ. Καὶ ἐβόησεν πάλιν ὁ λαὸς πρὸς Κύριον, καὶ ἔδωκεν αὐτοῖς κριτὴν τὸν Ἀὼδ ἄνδρα ἀμφοτεροδέξιον, ὃς τολμήσας ἀνεῖλεν Ἐκλὼμ ἐν τῷ οἴκῳ αὐτοῦ δόλῳ, καὶ φυγὼν διεσώθη. Καὶ παρευθὺς λαμβάνει τὸν Ἰσραὴλ, καὶ πατάσσει τὴν Μωὰβ παταγμὸν μέγαν, καὶ ἡσυχάζει ἡ γῆ ἔτη ὀγδοήκοντα. Καὶ μετὰ τελευτὴν τὴν αὐτοῦ ἀπέστη πάλιν ὁ λαὸς, καὶ ἐταπείνωσεν αὐτοὺς ὁ Σισάῤῥα ὸ δυνάστης, βασιλεὺς Ἰαβὶν, ἔτη ηʹ. Καὶ προσκαλεῖται Δεβόῤῥα ἡ προφῆτις τὸν Βαρὰκ γὰρ αὕτη τότε κρίνουσα τὸν λαὸν), καὶ συμπορεύεται μετ´ αὐτοῦ