Ancient Greek
1.75
Georgius Cedrenus, Compendium Historiarum 1.75
Unproofread scanNot analysed yet
λόθρευσιν τοῦ οἴκου αὐτοῦ. Οὗτος γὰρ ὁ Γεδεὼν ο´ υἱοὺς ἔσχε, πολλαῖς γυναιξὶ καὶ παλλακαῖς μιγνύμενος. Ἐκ μιᾶς δὲ τούτων ἐτέχθη αὐτῷ Ἀβιμέλεχ, ὃς ἀπέσφαξε τοὺς λοιποὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ λίθον ἕνα, ἑνὸς καὶ μόνου διαφυγόντος Ἰωάθαμ, θωπείᾳ δὲ ἀπεπλάνησε τὸν λαὸν καὶ ἐβασίλευσεν αὐτῶν. Ἰωάθαμ δὲ ὁ ἀδελφός αὐτοῦ ἐφ´ ἓν τῶν ὁρέων ἀνελθὼν προσεφώνει [Ρ ἔθ] τοῖς Σικιμίταις τὰς εὐεργεσίας τοῦ πατρὸς αὐτοῦ, εἰπών αὐτοῖς περὶ τῆς ἐλαίας καὶ τῆς συκῆς καὶ τῆς ἀμπέλου καὶ τῆς ῥάμνου παραβολήν. Καὶ κατὰ ταύτην τὴν παραβολὴν συνέβη αὐτοῖς· πνεῦμα γὰρ Κυρίου συνετάραξε τοὺς βασιλεύσαντας αὐτῶν, καὶ ἡ ῥομφαία Ἀβιμέλεχ ἐνεργοῦσα κατ´ αὐτῶν, καὶ ἡ ῥομφαία αὐτῶν κατ’´ αὐτοῦ. Καὶ ἐτυράννησεν Ἀβιμέλεχ ἔτη τρία, καὶ καθεῖλε πόλεις Σικιμιτῶν. Ἔτι δὲ μίαν τῶν πόλεων πολιορκῶν πλησιάσας τῷ τείχει, κλάσματι μύλου ἔβαλεν αὐτὸν ἄνωθεν γυνὴ, καὶ συνέτριψε τὸ κρανίον αὐτοῦ. Μετὰ δὲ Ἀβιμέλεχ ἀνέστη Θόλα, καὶ ἔκρινε τὸν Ἰσραὴλ εἵκοσι τρία ἔτη. Καὶ μετ´ αὐτὸν Ἰαείρ ὁΓαλααδίτης ἔτη εἴκοσι δύο, ὃς εἶχε τριάκοντα[δύο] υἱούς. Καὶ μετὰ τοῦτον ἐξήμαρτεν Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἐδούλευσε τοῖς γλυπτοῖς τῶν ἐθνῶν. Καὶ ἐταπείνωσεν αὐτὸν βασιλεὺς Μωὰβ καὶ Ἀμὼν καὶ πάντα τὰ περὶ κύκλῳ αὐτοῦ ἔθνη ἔτη ιηʹ. Εἶτα ἐπο έστρεψε πρὸς τὸν Θεὸν, καὶ περιῆρε τοὺς θεοὺς τοὺς ἀλλοτρίους. Καὶ ἀνέστησεν αὐτοῖς κριτὴν τὸν Ἰεφθάε τὸν Γαλααδίτην, υἱὸν γυναικὸς πόρνης, ὃς ἦν ἐπηρμένος ἐν δυνάμει, καὶ ἐπάταξε τὸν βασιλέα Μωὰβ καὶ τὸν λαὸν αὐτοῦ κραταιῶς. Οὕτος ἐπλήρωσε τὴν δίαν εὐχὴν οὐκ εὐαγῶς ἐπὶ τῆς θυγατρὶ αὐτοῦ. Ἔκρινε δὲ τὸν Ἰσραὴλ ἐπὶ ἔτη ἕξ καὶ ἀπέθανεν. Εἶτα κρίνει αὐτὸν Ἐσσεβὼν ἔτη ἑπτὰ καὶ ἀπέθανεν. Εἶτα κρίνει αὐτὸν Ἐλγὼν ὁ Ζαβουλωνίτης ἔτη δέκα καὶ ἀπέθανεν. Εἰτα κρίνει αὐτὸν Ἀβδὼν ὁ Φαραθωνίτης ἔτη ὀκτώ· ὃς ἔσχεν υἱοὺς τεσσαράκοντα, καὶ τριάκοντα υἱοὺς τῶν υἱῶν αὐτοῦ. Εἰτα ἐκπορνεύει ὁ λαὸς ἐν τοῖς εἰδώλοις, καὶ παραδίδωσιν αὐτοὺς Κύριος ἐν χειρὶ Φιλιστιεὶμ ἔτη τεσσαράκοντα. Τότε ὤφθη ἄγγελος Κυρίου στειρευούσῃ τῇ γυναικὶ Μανωὲ, καὶ ἐπαγγέλλεται αὐτῇ τὴν σύλληψιν Σαμψών. Ἀνδρωθέντος δὲ Σαμψών, ἔθετο τὴν καρδίαν αὐτοῦ ἐν ἐπιθυμίᾳ γυναικὸς ἀλλοφύλου. Ἐκώλυε δὲ αὐτὸν Μανωὲ καὶ ἡ μήτηρ αὐτοῦ, μὴ εἰδότες ὡς γνώμῃ Θεοῦ γέγονεν αὐτῷ τοῦτο ἐπὶ ἀφανισμῷ τῶν ἀλλοφύλων. Χλευασθεὶς δὲ Σαμψὼν ὑπὸ τῆς γυναικὸς αὐτοῦ ἐν τῷ προβλήματι ὃ εἰπεν, «Ἐκ στόματος ἔσθοντος ἐξῆλθε βρῶσις καὶ ἀπὸ ἰσχυροῦ γλυκὺ,» ἀπέστη ἀπ´ αὐτῆς εἰπούσης· «Τί ἰσχυρότερον λέοντος, καὶ τί γλυκύτερον μέλιτος;» Καὶ ὁ πατὴρ αὐτῆς ἐξέδοτο αὐτὴν ἀνδρὶ ἑτέρῳ. Καὶ διὰ τοῦτο ὀργίζεται Σαμψών μᾶλλον τοῖς ἀλλοφύλοις, καὶ ἐμπιπρᾷ τὰς χώρας αὐτῶν διὰ τῶν χιλίων ἀλωπέκων. Οἱ δὲ ἀλλόφυλοι κατέκαυσαν τὴν γυναῖκα Σαμψὼν καὶ τοὺς γονεῖς αὐτῆς, καὶ πάντα τὸν οἶκον αὐτῶν ἐξωλόθρευσαν ἐν πυρὶ, ὅτι δι´ αὐτὰς τοιαῦτα συνέβη αὐτοῖς. Εἶτα συνέβη αὐτῷ τὰ περὶ τὴν γυναῖκα τὴν οὖσαν ἐν τῇ πόλει τῶν ἀλλοφύλων, ὅτε καὶ τὰς πύλας τῆς πόλοως