Ancient Greek
1.78
Georgius Cedrenus, Compendium Historiarum 1.78
Unproofread scanNot analysed yet
συινάγει Σαμουὴλ πάντας εἰς Μασιφᾶ, καὶ παραινεῖ περιελέσθαι αὐτοὺς πάντα τὰ εἴδωλα καὶ ἐποίησαν οὕτως. Οἱ δὲ ἀλλόφυλοι παμπληθεὶ παρενέβαλον ἐπ´ αὐτούς. Καὶ ηὔξατο ὑπὲρ ἀὐτῶν Σαμουὴλ, καὶ ἐβρόντησε Κύριος, κινεῖται δὲ πᾶς Ἰσραὴλ κατὰ τῶν ἀλλοφύλων, καὶ ἐπάταξεν αὐτοὺς Κύριος διὰ χειρὸς Ἰσραὴλ πληγὴν μεγάλην. Καὶ μετὰ τοῦτο συνάγεται πᾶς ὁ λαὸς πρὸς Σαμουὴλ λέγοντες· «Ἐπειδὴ οἱ υἱοί σου Ἰωὴλ καὶ Ἀβιὰ οὐ κατὰ τὰς σὰς πορεύονται ὁδοὺς, ἀλλὰ δώροις ἐκκλίνουσι τὸ δίααιον, ποίησον ἡμῖν βασιλέα, ὃς κρινεῖ ἡμᾶς,» Πονηρὸν δὲ τοῦτο ἐφάνη τῷ Σαμουήλ- Ὅμως εἶπεν αὐτῷ ὁ Θεὸς ὑπακοῦσαι τοῦ λαοῦ, καὶ ὅτι Οὐ σὲ ἐξουδενώκασιν ἀλλ´ ἐμὲ, τῷ μὴ θέλειν βασιλεύεσθαι ὑπ´ ἐμοῦ· κατὰ ταῦτα πεποιήκασιν οἱ πατέρες αὐτῶν, ἀφ´ ἦς ἡμέρας ἐξήγαγον αὐτοὺς ἐξ Αἰγύπτου. Ἔχρισεν οὗν αὐτοῖς Σαμουήλ βασιλέα τὸν Σαοὺλ, ἄνδρα Βενιαμίτην. Καὶ ὁ βασιλεὺς Ἀμανιτῶν Ναᾶς ἐπανέστη τῇ Γαλαάδ. Οἱ δὲ ἤθελον ἐπὶ σωτηρίᾳ δουλεύειν αὐτῷ. Καὶ εἶπε Ναᾶς· «Οὐχ οὕτως, ὰλλ´ ἔσται ὑμῖν ἡ σωτηρία ἐν τῷ ἐξορύξαι με παντὸς ἀνδρὸς ὀφθαλμὸν δεξιὸν εἰς ὄνειδος Ἰσραήλ.» Καὶ ἐθρήνησαν οἱ ἄνδρες οἱ ἐν Γαλαάδ. Ἡκουσε δὲ Σαοὺλ, καὶ προσκαλεῖται πάντα Ἰσραὴλ, καὶ ἐξαριθμεῖται αὐτὸν εἰς χο´ χιλιάδας. Ποιήσας δὲ αὐτοὺς εἰς τρεῖς ἀρχὰς ἐπέθετο τοῖς Ἀμανίταις καὶ ὠλόθρευσεν αὐτούς. Ὁ δὲ Σαμουὴλ λαμβάνει τὸν λαὸν καὶ Σαοὺλ, καὶ κατέρχεται εἰς Γάλγαλα, καὶ ἐγκαινίζει τὴν βασιλείαν Σαοὺλ, καὶ ἄπεισιν εἰς Ἀρμαθαὶμ. Συναθροίζεται δὲ πλῆθος ἀλλοφύλων ἐν Γαλγάλοις, καὶ οὐχ εὐρέθησαν μετὰ Σαοὺλ εἰ μὴ ἑξακόσιοι ἄνδρες, καὶ οὐδὲ τούτοις ἦν ὅπλα. Σαοὺλ δὲ διαπορηθεὶς καὶ ἐγκρατευσάμενος ἀνήνεγκεν θυσίαν τῷ Κυρίῳ. Καὶ ἰδοὺ παραγίνεται Σαμουὴλ πρὸς αὐτὸν, καὶ λέγει αὐτῷ· «Τί τοῦτο ἐποίησας·» Ὁ δὲ τὴν ἀπορίαν τοῦ λαοῦ καὶ τὸ στενὸν τοῦ καιροῦ προβάλλεται. Σαμουὴλ δὲ ἀραῖς αὐτὸν ἀπειλήσας τὴν βασιλείαν ἑτέρῳ τῷ ὑπὲρ αὐτὸν κρείττονι δοθήσεσθαι Κπροφητεύει, καὶ ἄπεισιν. Ἰωνάθαν δὲ μόνος μετὰ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ παραβιασάμενος καΚτῆλθεν εἰς τὴν ὑπόστασιν [Ρ. Οδ] τῶν ἀλλοφύλων, καὶ σύμβολον δοὺς τῷ αἴροντι τὰ σκεύη αὐτοῦ ἐπέθετο τοῖς προφυλάσσουσι, καὶ ἐπάταξεν ὡσεὶ κʹ ἄνδρας. Καὶ ἐπήνεγκε Κύριος ἔκστασιν ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐν τῷ ἑωρακέναι μακρόθεν τὴν φυγὴν τῶν προφυλασσόντων. Οἱ δὲ ἐν τῷ βουνῳ ὄντες μετὰ Σαοὺλ, ἰδόντες τὴν σύγχυσιν τῆς παρεμβολῆς τῶν ἀλλοφύλων, δηλοποιοῦσι τῷ Σαούλ. Ἡν