Ancient Greek
1.83
Georgius Cedrenus, Compendium Historiarum 1.83
Unproofread scanNot analysed yet
ὁ πατὴρ αὐτοῦ, ἀλλοιοῖ τὸν νοῦν· τὰ γὰρ περὶ τοῦ Σολομῶντος πεφανέρωται. Ἐπάταξε δὲ ἐν Ἰσραήλ καὶ Ἱεροβοὰμ Ἀσᾶ μετὰ φυλῆς Βενιαμὶν καὶ Ἰούδα πεντακοσίας χιλιάδας ἀνδρῶν πολεμιστῶν. Καὶ οὐκέτι ἦρε κεφαλὴν κατὰ Ἰούδα Ἰεροβοὰμ υἱὸς Ναβάτ. Ὅτι ἀδελφαὶ Δαβὶδ Σαρουῖα καὶ Ἀβιγαία, καὶ τῇ μὲν Σαροῦΐᾳ υἱοὶ Ἀβεσᾶ, καὶ Ἰωὰβ, καὶ Ἀσσαὴλ, τῇ δὲ Ἀβιγαίᾳ υἱὸς Ἀμεσᾶ· οὗτος οὐκ ἔφθασε πρὸς τοὺς τρεῖς δυνάστας τοῦ Δαβίδ. Ὅτι ὁ Ῥουβεὶμ πρωτότοκος ὢν ἐξέπεσε τῆς εὐλογίας καὶ τοῦ ἀριθμεῖσθαι ὡς πρωτότοκος, ἐπειδὴ ἀνέβη εἰς κοίτην πατρὸς αὐτοῦ, καὶ Ἰακὼβ ὁ πατὴρ αὐτοῦ δέδωκε τῷ Ἰωσὴφ, τὰ δὲ πρωτοτόκια δέδωκε τῷ Ἰούδα, Ὅτι λέγει ἡ δευτέρα τῶν Παραλειπομένων μὴ εἶναι ἐν τῇ σκηνῇ εἰ μὴ τὰς πλάκας μόνον. Ὅτι Ἰωδαὲ ὁ ἀρχιερεὺς ὁ συνετὸς, τοῦ Δαβιδικοῦ σπέρματος ὀλλυμένου ὑπὸ Γοθολίας, κατέκρυψε τὸν ἔσχατον υἱὸν Ὀχοζίου τοῦ υἱοῦ αὐτῆς τὸν Ἰωὰς,, ὃς καὶ ἐβασίλευσεν ἐπὶ Ἰούδα, ἐτῶν ὄντα ἑπτὰ, καὶ ἀπέκτεινε Γοθολίαν τὴν ἄνομον τὴν ἐκ γένους Ἀχαάβ. Ζῇ δὲ ὁ αὐτὸς Ἰωδαὲ ἔτη ρλʹ, καὶ ἐτάφη ἐν τάφοις τῶν βασιλέων, διότι ἀνεκτήσατο τὸ Δαβιδικὸν γένος. Βασιλεύει δὲ Γοθολία ἔτη ζʹ, καὶ κατακρύπτεται Ἰωὰς ὑπὸ Ἰωδαὲ μηνιαῖος, Ὅτι οἱ πρεσβύτεροι τῶν ἀρχόντων Βαβυλῶνος ἦλθον πρὸς Ἐζεκίαν τοῦ πυθέσθαι περὶ τὸ τέρατος τοῦ γεγονότος ἐν τῷ οὐρανῷ ἐν τῇ ἀναστροφῇ τοῦ ἡλίου. Ὁ δὲ τοῦτο παραλιπών θησαυροὺς [. Βθ] καὶ πλοῦτον καὶ βασιλείαν αὐτοῖς ὑπεδείκνυεν. Ἐργίσθη δὲ Κύριος ὁ Θεὸς, καὶ ἠπείλησε τῷ Ἐζεκίᾳ· ὅμως μετήνεγκε τὴν ὀργὴν διὰ τὴν ἀρετὴν αὐτοῦ ἐπὶ τοὺς ἀπογόνους αὐτοῦ. Ὅτι διὰ τὰς ἀσεβείας αὐτοῦ Μανασσῆς αἰχμάλωτος γίνεται ὑπὸ Ἀσσὺρ, καὶ ἐξομολογεῖται τῷ Κυρίῳ ἐν μετανοίᾳ καρζίας αὐτοῦ, καὶ ἐπιστρέφει αὐτὸν ὁ Θεὸς ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐποίει τὸ εὐθὲς ἐνώπιον Κυρίου. Ὅτι ἐν τῇ διαθήκῃ Ἐζεκίου βασιλέως Ἰούδα λέγει Ἡσαΐας ὁ προφήτης κρατῆσαι τὸν Ἀντίχριστον ἔτη γʹ καὶ μῆνας ἑπτὰ, γινόμενα ἡμέρας ασίʹ. Καὶ μετὰ τὸ τὸν Ἀντίχριστον βληθῆναι ἐν τῷ Ταρτάρῳ ἐλθεῖν τὸν Δεσπότην τῶν ὅλων, Χριστὸν τὸν Θεὸν ἡμῶν, γενέσθαι δὲ καὶ ἀνάστασιν καὶ ἀνταπόδοσιν καλῶν τε καὶ κακῶν. Περὶ τῶν αὐτων δὲ καὶ ὁ προφήτης Δανιὴλ ἐν τῇ ὀπτασίᾳ λέγει ἑωρακέναι, καὶ φησίν· «Εἶπον τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὸ βαδδὶν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ· Ἔως πότε τὸ πέρας τῶν θαυμασίων ὡν εἴρηκας; Καὶ ὕψωσε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ ὥμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ. Καὶ ἐημ ἤκουσα καὶ συνῆκα καὶ εἶπον· Καὶ τί τὰ ἔσχατα