Ancient Greek
1.90
Georgius Cedrenus, Compendium Historiarum 1.90
Unproofread scanNot analysed yet
ἐπὶ τῆς γῆς. τʹ. Οὐ μοιχεύσεις. ζʹ. Οὐ φονεύσεις. ηʹ. Οὐ κλέψεις. θʹ. Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πληαίον σου ιʹ. Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, ἢ τὴν οἰκίαν, ἢ τὸν ἀγρὸν, ἢ τὸν παῖδα αὐτοῦ, ἢ τὴν παιδίσκην, ἢ τὸν βοῦν, ἢ τὸ ὑποζύγιον αὐτοῦ, ἢ πᾶν κτῆνος αὐτοῦ, οὔτε ὅσα τοῦ πλησίον σού ἐστιν. Αὕτη δὲ ἡ δεκάλογος τῶν γενικῶν ἐντολῶν ἐστιν ἡ διάταξις. Ταῦτα τὰ θεῖα διδάγματα φοβερᾷ τινι καὶ ἐνάρθρῳ φωνῆ διατέτακται, ὁρῶντος τοῦ λαοῦ καὶ ἀκούοντος, ἦς τὸ καταπληκτικὸν καὶ ἀκοαῖς δυσάντητον μὴ φέροντες ᾔτησαν διὰ Μωϋσέως τὰ λοιπὰ τῶν ἐφεξῆς εἰδικῶς αὐτοῖς ἐν πεντήκοντα κεφαλαίοις νομοθετηθέντα λαληθῆναι· ἦσαν δὲ περί τε οἰκετῶν καὶ φόνων ἑκουσίων καὶ ἀκουσίων, ἀτιμίας γονέων καὶ κακολογίας, κλοπῆς, πατάξεως ἐν μάχαις πρὸς θάνατον ἢ ζωὴν, ἐλεύθερος πρὸς ἐλεύθερον καὶ δεσπότης πρὸς δοῦλον, καὶ ἀνδρὸς πρὸς ἔγκυον γυναῖκα, ἐκβολῆς ὁφθαλμῶν δούλου καὶ δούλης, κερατισμοῦ ταύρου πρὸς ταῦρον, κλοπῆς μόσχου, καὶ θανῆς κλέπτου ἐν τῷ διορύγματι, κατὰ ἐμπρησμοῦ βοσκημάτων καὶ ἅλωνος, κατὰ παρακαταθήκης ἀργυρίου ἢ χρυσίου, καὶ ὑποζυγίων καὶ παντοίων κτηνῶν χρήσεως παρὰ τοῦ πλησίον, φθορᾶς παρθένων καὶ θανάτου φαρμάκων, κτηνοβασίας καὶ θυσία εἰδώλων, κακώσεως προσηλύτου, καὶ ὀρφανῶν καὶ χηρῶν δανειζομένων, κακολογίας εἰς Θεὸν καὶ ἄρχοντα τοῦ λαοῦ, ἀπαρχῶν ἅλωνος καὶ ληνοῦ, πρωτοτόκων υἱῶν μόσχων τε καὶ προβάτων καὶ ὑποζυγίων, τοῦ εἶναι αὐτοὺς ἄνδρας ἀγίους τῷ Θεῷ, κρέας θηριάλωτον μὴ ἐσθίειν ἀλλὰ κυσὶν ἀποῤῥίπτειν, μὴ παραδέχεσθαι ἀκοὴν ματαίαν μὴ συμμαρτυρεῖν ἀδίκῳ, μὴ συνεῖναι πολλοῖς ἐπὶ κακίᾳ, μὴ ἐκκλῖναι μετὰ πολλῶν κρίσιν, μὴ ἐλεῆσαι πτωχὸν ἐν κρίσει, ἀποστρέφειν καὶ ἀποδιδόναι τὸν βοῦν καὶ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ πλανώμενον τὸν εὑρίσκοντα, καὶ πεπτωκὸς ὑπὸ τὸν γόμον συνεγείρειν, μὴ διαστρέφειν κρίσιν πένητος δικαίαν, [. Τ ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀφίστασθαι, μὴ ἀναιρεῖν ἀθῶον καὶ δίκαιον, μὴ δικαιοῦν τὸν ἀσεβῆ, δῶρα μὴ λαμβάνειν ὡς ἐκτυφλοῦντα τοὺς βλέποντας καὶ τὸ δίκαιον λυμαινόμενα, προσήλυτον εὖ ποιεῖν, ἓξ ἔτη σπείρειν τὴν γῆν, τῷ δὲ ἑβδόμῳ ἄφεσιν παρέχειν αὐτῇ εἰς ἀπόλαυσιν πτωχῶν ἢ θηρίων, ὁμοίως καὶ τὸν ἀμπελῶνα καὶ τὸν ἐλαιῶνα, φιλανθρωπίαν ἐκπαιδεύειν αὐτούς. Κατὰ τοῦτο δὲ τὸ ἔτος καὶ ἄφεσις ὀφλημάτων ἐγίνετο, καὶ τῶν δουλευόντων Ἐβραίων ἐλευθερία, καὶ τὸν Ἰωβηλαῖον ἀργεῖν ἐνομοθέτησεν. Ἐλευθερίαν δὲ καὶ ἄφεσιν σημαίνει τὸ ὄνομα. Ἰωβηλαῖον δὲ τὸ πεντηκοστὸν προσαγορεύουσιν ἔτος. Ἐν ᾧ κελεύει καὶ τὸν ἀγρὸν ἀναλαμβάνειν τὸν πεπρακότα καὶ τὰς ἐν αὐτῷ οἰκίας, καὶ χρεῶν ἀποκοπὰς καὶ παίδων ὠνητῶν ἐλευθερίας. Ἔξ ἡμέρας ἐργάζεσθαι τὴν ἑβδομάδα, τῇ δὲ ἑβδόμῃ ἀναπαύεσθαι. Ὀνόματι θεοῦ ἀλλοτρίου μὴ ὀμνύειν, μήτε προφέρειν διὰ στόματος. Τρεῖς καιροὺς τοῦ ἔτους ἑορτάζειν, τὴν ἑορτὴν τῶν Ἀζύμων πρώτην ἑπτὰ ἡμέρας τῷ μηνὶ τῷ νέῳ ἤτοι κατὰ τὴν πρώτην πανσέληνον τοῦ ἔαρος,, δευτέραν ἑορτὴν θερισμοῦ πρωτογεννημάτων, καὶ