Ancient Greek
1.93
Georgius Cedrenus, Compendium Historiarum 1.93
Unproofread scanNot analysed yet
Ἐως ὧδε ἡ πεντάβιβλος περιέχει ἱστορίαν τε καὶ πρᾶξιν ἀπὸ τοῦ Ἀδὰμ ἐτῶν τρισχιλίων ὀκτακοσίων ἑξηκονταεπτά. Ὅτι ἀπὸ τοῦ νέου σίτου προφέρει ἡ ἀγία πόλις τὸ ἅγιον Πάσχα, τὴν προσφοράν ἐν τῇ θείᾳ μυσταγωγίᾳ. Ὅτι τὴν κατασκευὴν τῆς κιβωτοῦ πᾶσαν καὶ τὴν στολὴν τοῦ ἱερέως καὶ τῶν ἐν αὐτῇ πάντων, τῆς τε πόρπης, ἥτις ἐστὶ φίβλα ἢ περόνη, καὶ τοῦ λογείου, ὅπερ ἔκειτο ἐπὶ τοῦ στήθους τοῦ ἀρχιερέως διὰ δώδεκα λίθων, σημαινόντων διὰ μὲν τῆς αὐγῆς τὰ χρηστὰ, διὰ δὲ τῆς ἐπισκοτώσεως τὰ δεινὰ, εἰς τὸ Σινᾶ ὄρος ὀφθαλμοφανῶς ἐθεάσατο Μωϋσῆς, καὶ κατὰ ταῦτα ᾠκοδόμησεν τὴν κιβωτὸν καὶ τὰ ἐν αὐτῆ Τάτκαὶ τὰς πλάκας τὰς πρώτας ἔλαβε, καὶ τοῦ Θεοῦ ἤκουσεν ὀργιζομένου καὶ λέγοντος· «Ἔασόν με ἐκτρῖψαι αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρόν.» Αὐτὸς δὲ δεηθεὶς ἐξιλάσατο τὸν Θεὸν, καὶ κατελθὼν τὸν μὲν μόσχον κατέκαυσε πυρὶ, καὶ κατήλεσεν αὐτὸν λεπτὰ καὶ ἔσπειρεν ἐπὶ τοῦ ὕδατος, καὶ ἐπότισε τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἐμφυλίῳ πολέμῳ τὸν Θεὸν ἱλεωσάμενος, [Ρ. Τθ] πάλιν ἐτέρας τεσσαράκοντα ἡμέρας νηστεύσας, ἄνεισιν εἰς τὸ ὄρος καὶ τὰς δευτέρας πλάκας λαμβάνει. Τότε εἶδε καὶ τὴν δόξαν Κυρίου παρὰ τῇ ὁπῇ τῆς πέτρας καθίσας, καὶ ἐδοξάσθη τὸ πρόσωπον αὐτοῦ. Ὀπίσθια δὲ Θεοῦ χρὴ νοεῖν τὰς θείας οἱκονομίας καὶ ἐνεργείας, πέτραν δὲ τῆς πίστεως τὸ στεῤῥὸν καὶ ἀκράδαντον, ὀπὴν δὲ τῆς πέτρας τὸν τῆς πίστεως ὀφθαλμόν τοῦτο χὰρ οἱ κατὰ Μωϋσέα θεωροῦσι τὰ ἀνέφικτα καὶ ἀθέατα, κάλυμμα δὲ τὴν ἀπιστίαν· ἡνίκα γὰρ ἄνθρωπος πιστεύσῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα, ὥς φησιν ὁ Ἀπόστολος. Τότε κατασκευάζει καὶ τὴν κιβωτὸν διὰ Βεζελεὴλ υἱοῦ Μαρίας τῆς ἀδελφῆς Μωϋσέως, καὶ Ὢρ τοῦ συνόντος καὶ Ἀαρὼν, ὅτε τὰς χεῖρας ἀνεῖχον Μωϋσέως κατὰ τοῦ Ἀμαλήκ. Ἐτελειώθη δὲ τὰ ἔργα τῆς σκηνῆς ἐν ἑπτὰ μησὶ, καὶ τῇ πρώτῃ ἡμέρᾳ τοῦ πρώτου μηνὸς τοῦ δευτέρου ἔτους τῆς ἐξόδου ἔστη· ὅπερ καὶ ἡ Γραφὴ μαρτυρεῖ] ἐν τῇ τρίτῃ τῶν Λευῖτικῶν. Τῷ δὲ δευτέρῳ μηνὶ ἐγένετο ἡ ἐξαρίθμησις τοῦ λαοῦ, καὶ εὐρέθη ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καθὼς ἡ τετάρτη βίβλος τῶν ἀριθμῶν λέγει, μυριάδες ἑξήκοντα καὶ γφνʹ, χωρὶς τῶν Λευιτῶν· οἱ δὲ Λευῖται ἀριθμηθέντες εὑρέθησαν χιλιάδες κβʹ. Τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου Ἀαρών ἐτελεύτησεν ρκγ´ ἐτῶν, καὶ Μωϋσῆς προχειρίζεται Ἐλεάζαρ τὸν υἱὸν Ἀαρών. Μωϋσῆς δὲ τῷ ια´ μηνὶ τοῦ μʹ ἔτους τῆς ἐξόδου, ἑκατοστῷ δὲ εἰκοστῷ ἔτει τῆς ζωῆς αὐτοῦ, εὐλογήσας πάντα τὸν