Ancient Greek
2.101
Georgius Cedrenus, Compendium Historiarum 2.101
Unproofread scanNot analysed yet
ἀξιοπρεπεῖς ἐπιστήσας, προσέμενε τὸν βασιλέα. Ἀφικομένου δὲ καὶ τούτου καὶ ἀποπειρασαμένου τῆς εὐσόδου, ἐπείπερ ἀντεῖχον γενναίως οἱ φυλάσσοντες καὶ τοὺς βιαζομένους ἐξ ὑπερδεξίων ἀνῄρουν βάλλοντες καὶ τιτρώσκοντες, καὶ ἤδη ἀπέγνωστο τῷ βασιλεῖ ἡ διάβασις, Νικηφόρος ὁ Ξιφίας τῆς Φιλιππουπόλεως τότε στρατηγῶν τῷ βασιλεῖ συνταξάμενος, καὶ αὐτὸν μὲν προσμένειν καὶ συνεχεῖς προσβολὰς τῷ δέματι ποιεῖσθαι παρεγγυήσας, αὐτὸς δὲ ἀπιέναι. Φήσας, εἶ πως δυνηθείη λωσιτελές τι διαπράξασθαι καὶ σωτήριον, τὸν περὶ αὐτὸν εἰληφὼς λαὸν ὁποστρέφει, καὶ περιοδεύσας τὸ πρὸς μεσημβρίαν κείμενον τοῦ Κλειδίου ὄψηλότατον ὅρος, ὃ Βαλαθίσταν κατονομάζουσι, καὶ τραχυπορίαις καὶ ἀνοδίαις χρησάμενος, κθʹ τοῦ Ἰουλίου μηνὸς, ἐπινεμήσει ιβʹ. ἄνωθεν ἰεαίφνης μετ´ ἀλαλαγμοῦ καὶ δούπου κατὰ νώτου γίνεται τῶν Βουλγάρων· οἱ δὲ τῶ ἀπροσδοκήτῳ καταπλαγέντες τρέπονται πρὸς φυγήν. Καὶ ὁ βασιλεὺς μονωθὲν διαῤῥήξας τὸ τεῖχος ἰδίωκεν. Ἔπεσον οὗν πολλοὶ καὶ πολλῷ πλείους ἑάλωσαν, μόλις τοῦ Σαμουήλ διαφυγεῖν δυνηθέντος τὸν κίνδυνον συνεργίᾳ τοῦ ἰδίου υἱοῦ γενναίως τοὺς ἐπιόντας ὑποδείαμένου, καὶ ἵππῳ τοῦτον ἐπιβιβάσαντος καὶ εἶς τὸ λεγόμενον Πρίλαπον τὸ φρούριον ἀπαγαγόντος. Ὁ δὲ βασιλεὺς τοὺς ἑαλωκότας τῶν Βουλγάρων ἀμφὶ τὰς ιέ. ὥς φασιν, ὅντας χιλιάδας ἀπετύολως· ι καὶ ἑκάστην ἐκατοντάδα πεπηρωμένων ὁφ´ ἑνὸς μονοφθάλμου ὁδηγεῖσθαι κελεύσας εἰς τὸν Σαμουὴλ ἀποπέμπει. Οὓς ἐκεῖνος ἀφικνουμένους κατ´ ἀριθμὸν καὶ τάξιν θεώμενος, καὶ τὸ πάθος οὐκ ἐνεγλών νεανικῶς καὶ εὐψόχως, λειποφομίᾳ καὶ σκότῳ βάλλεται καὶ εἰς γῆν πίπτει· ὕδατι δὲ καὶ μύροις οἱ παρόντες τὴν πνοήν αὐτοῦ ἀνακαλεσάμενοι ἀνενεγκεῖν μικρὸν πεποιήκασιν. Ἀνενεγκὼν δὲ ὕδωρ πιεῖν ἀπεζήτησε ψυχρόν. Ααβὼν δὲ καὶ πιών ἐλήφθη καρδιαγμῷ, καὶ μτὰ δύο ἡμέρας θνήσκει. Παραλαμβάνει δὲ τὴν Βουλγάρων ἀρνήν ὁ οἱὸς αὐτοῦ Γαβοιὴλ ὁ καὶ Ῥωμανὸς, ῥώμῃ μὲν καὶ ἰσχύτ τοῦ πατρὸς ὑπερέχων, φρονήσει δὲ καὶ τὴν ιε´ τοῦ Σεπτεμβρίου μηνὸς, ἐπινεμήσει ιγʹ. Καὶ μηδ´ ὅλον ἀποπληρώσας ἐνιαυτὸν σφάττεται, εἶ κονηγέσιον ἐξελθὼν, παρὰ Ἰωάννου τοῦ καὶ Βλαδισολάβου τοῦ υἱοῦ Ἀαρὼν, ὃν αὐτὸς θνήσκειν μέλλοντα τοῦ θανάτου ἀπελυτρώσατο. ΚΠρὸ τοῦ δὲ ταῦτα γενέσθαι, Θεοφυλάκτου τοῦ Ἀοτανειάτου ἄρχειν Θεσσαλονίκης μετὰ τὸν Ἀριανίτην πεμφθὲντος Δαβὶδ ὁ Νεστορίττης, εἷς τῶν παρὰ Βουλγάροις μέγα δυναμένων ὑπάρχων, μετὰ δυνάμεως ἀδρᾶς κατὰ Θεσσαλονίκης ἐκπέμπεται παρὰ ποῦ Σαμουήλ· οἷς συναντήσας ὁ Θεοφύλαατος σὺν τῷ υἱῷ Μιχαή λ καὶ συμπλακεὶς τρέπει τε κατὰ κράτος, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους συχνοὺς προσλαβόμενος διπκομίζει τῷ βασιλεῖ πολιορκοῦντι τὸ ἐν τῆ κλεισούρᾳ τοῦ Κλειδίου δίμα. Τὸ δέμα δὲ, ὡκς εἴοηται, διαβὰς ὁ βασιλεὺς κατὰ Στρούμπιτζαν γίνεται. Καὶ παρεστήσατο μὲν φρούριον τὸ καλούμενον Ματζούκιον, τῇ Στρουμπίτζῃ δὲ προσεγγίζον, μετὰ δυνάμεως δ´ ἐκπέμπει τὸν Βατκνειάτην Θεοφύλακτον τὸν δοῦκα Θεσσαλονίκης, ὑπερβῆναι κελεύσας