Ancient Greek
2.126
Georgius Cedrenus, Compendium Historiarum 2.126
Unproofread scanNot analysed yet
καὶ οἱκίας καταπεσεῖν καὶ ναοὺς καὶ τὸ λήίᾳ καὶ τὰς ἀιπέλους μέχρις ἐδάφους, ὡς ἐπισυμβῆναι κατὰ τοῦτον τὸν χρόνον παντοίων καρπῶν ἀφορίαν γενέσθαι. Γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν Κυριακὴν τὴν μετὰ τὸ Πάσχα, περὶ ὥραν τρίτην τῆς νυκτὸς, τῇ μαρμαρυγῇ τῆς λαμπρότητος τοὺς ἀστέρας πάντας καλύψαντος, ὡς καὶ δόκησιν παρασχεῖν τοῖς πολλοῖς ἠλίου ἀνατολῆς. Ἐλήφθη δὲ καὶ ὁ βασιλεὺς δαιμονίῳ ὃ σεμνολογοῦντες οἱ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα, καὶ παρέμεινεν ἄχρι τέλους τῆς αὐτοῦ βιοτῆς, μήθ´ ὑπὸ θείας δτνάμεως μλθ´ ὑπὸ ἰατρῶν θεραπείαν λαβὼν, ἀλλ´ ἐλεεινῶς κατατεινόμενος καὶ βασανιζόμενος Ἀρτι δὲ τοῦ Ἐργοδότου πρὸς τὸν Δαλασσηνὸν ἀφικομένου, πιστεῦσαι μὲν οὖτος τοῖς ὅρκοις καὶ σὺν αὐτῷ ἀπελθεῖν οὐκ ἡθέλησεν ἐν τῷ Βυζαντίῳ,. τῶν τινα δὲ πέμψας πιστοτάτων αὐτῷ ὅρκους τε ἀπήτησε μείζονας τοῦ μή τι παθεῖν χαλεπὸν, καὶ ἀπελθεῖν ἐπηγγείλατο. Μέμπεται τοίνυν Κωνσταντῖνος ὁ Φαγότζης οὐνοῦχος, ἄνθρωπος Παφλαγὼν καὶ συνήθης τῷ βασιλεῖ, τά τε τίμια ἐπαγόμενος ξύλα καὶ τὸ ἅγιον ἐκμαγεῖον καὶ τὴν πρὸς Αὕγαρον δδιόγραφον ἐπιστολὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἱησοῦ Χριστοῦ καὶ εἰκόνα τῆς ὑπεραγίας Θεοτόκου· θς ἀπελθὼν, καὶ ὅρκους τῷ Κωνσταντίνῳ δοὺς καὶ λαβών, ἔρχεται μετ´ αὐτοῦ εἰς τὸ Βυζάντιον, ἐλθόντα δὲ τοῦτον φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο, καὶ ἀνθύπατον τιμήσας καὶ δώροις μεγίστοις δεξιωσάμενος ἀνέτως καὶ ἀδεῶς προσέταξε διάγειν ἐν τῷ ὄντι κατὰ τὰ Κύρου οἴκῳ αὐτοῦ. Τούτῳ τῷ χρόνῳ καὶ ἄλλο τι συνβη ἀξιαφήγητον. Τῶν εἰς παραχειμασίαν ἐν τῷ θέμαιι τῶν Θρφησίων διεσπαρμένων Βαράγγων γυναῖκά τις ἐγχωρίαν εόρών ἐπ´ ἐρημίας ἀπεπειρᾶτο τῆς σωφροσύνης αὐτῆς· ὡς δὲ οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν, ἡ δὲ τὸν ἀκινάκην σπασαμένη τάνδρὸς παίει κατὰ καρδίας τὸν βάρβαρον καὶ εὐδὺς ἀναιρεῖ. Τοῦ δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώρῳ συναθροισθέντες οἱ Βάραγγοι τὴν τε γυναῖκα στεφανοῦσι, διδόντες αὐτῇ καὶ τὴν ἄπασαν οὐσίαν τοῦ βιαστοῦ, κἀκεῖνον ἀταφον ῥίπτουσι κατὰ τὸν τῶν βιοθανάτων νόμον. Τὰ δὲ τῆς ἀρίδος στρατόπεδα, ὡς ἤδη φθάσαντες εἴπομεν, κατὰ τὴν ἐν Ἑλλησπόντῳ αἱγιαλῖτιν ψάμμον διαφθαρέντα αὖθις ἀνεφύη αὐτομάτως καὶ τὴν παράλιον τῆς Ἑλλησπόντου πάλιν κατέμαρπτε, καὶ ἐπὶ τριττίαν ὅλην διετέλεσε κεραίζοντα τὸ θέμα τῶν Θρακησίων, καὶ ἐν Περγάμῳ γενόμενα διεφθάρη, θεασαμένου δέ τινος πρότερον τῶν [Ρ Τ ὑπηρετουμένων τῷ ἐπισκόπῳ θέαμα οὐκ ὅναρ ἀλλ´ ὕπαρ. Ἐδόκει γὰρ ὁρᾷν εὐνοῦχόν τινα λευχείμονα, ἐξαστράπτοντα τὴν μορφήν. Καὶ ὄς τριῶν παρακειμένων ἔμπροσθεν αὐτοῦ σάκκων λῦσαι προσετάχθη τὸν ἕνα καὶ κεψῶσαι, οἷτα τὸν δεύτερον καὶ ἐφεξῆς τὸν τρίτον. Τοῦ δὲ ὡς ἐκελεύσθη ποιήσαντος, ὁ μὲν πρῶτος ὅφεις καὶ ἐχίδνας καὶ σκορπίους ἐξέβρασεν, ὃ δὲ δεύτερος φρύνους καὶ ἀσπίδας καὶ βασιλίσκους καὶ κεράστας καὶ ἕτερα ἰοβόλα, ὁ δὲ τρίτος κανθάρους καὶ σκνῖπας καὶ