Ancient Greek
2.128
Georgius Cedrenus, Compendium Historiarum 2.128
Unproofread scanNot analysed yet
δῆθεν ἐκδικῶν ὡς θεῖον τῆς γυναικὸς αὐτοῦ τήν τε πρὸς Ῥωμαίους εἰρήνην ἀπείπατο καὶ τὰ πρώην δοθέντα κάστρα καὶ φρούρια ἄπαντα ἀνεκτήσατο. Περαιωθέντες δὲ καὶ τὸν Ἴστρον οἱ Ηατζινάκαι πᾶσαν ἐληίσαντο τὴν Μυσίαν ἄχρι Θεσσαλονίκης, καὶ τὰ τῶν Ἄφρων πλοῖα τὰς Κυκλάδας, οὐ μικρῶς ἐλυμήναντο. Ὧν οὐδεμία φροντὶς ἦν τῶ Ἰωάννῃ, μόνην δ´ ἔμμονον ἀσχολίαν εἴχεν ὅπως ἂν ὁ Δαλασσηνὸς ἀσφαλῶς τηροῖτο καὶ μὴ τὰς αὐτοῦ λάθοι διαδρὰς πλεκτάν ας. Καὶ δῆτα μεταγαγὼν ἀπὸ τῆς νήσου Πλάτης αὐτὸν πόργῳ καθείργνυσιν ἀσφαλεῖ, ἐπιστήσας αὐτῷ φρουροὺς οὐκ ἀγεννεῖς. Μεταστέλλεται δʹ´ δὲ Ἐδέσσης καὶ Γεώργιον πατρίκιον τὸν Μανιάκην, καὶ τοῦτον μὲν ἄρχειν ἐκπέμπει τῆς ἀνω Κηδίας καὶ τῆς Ἀσπρακανίας, ἐν Ἐδέσσῃ δὲ πέμπει Αεοντα τὸν Λεπενδρηνόν. Ἕλκους δὲ διανεμομένου τὸ τοῦ ὁρφανοτρόφου στόμα καὶ πάσης ἰατρικῆς τέχνης ἀπειρηκυίας, ὄναρ αὐτῷ ἐπιστὰς ὁ μέγας ἐν θαύμασι Νικόλαος ἥκειν ἐν Μύροις τὴν ταχίστην ἔκαέλευεν ὡς ἐκεῖσε τευξόμενον θεραπείας. Ὁ δὲ άττον ἢ λογος ἐκεῖσε φοιτήσας, καὶ μύροις καὶ ἄλλαις πολυτελείαις τὸν τοῦ μεγάλου θεῖον δεξιωσάμενος ναὸν, καὶ τείχει περικλείσας ὀχυρωτάτῳ τὴν των Μυρέων μητρόπολιν, θεραπείας τυχών ἐπάνεισιν ὑγιής. Νικτα δὲ τοῦ στρατηγοῦντος ἐν Ἀντιοχείᾳ τῆς Συρίας καταστρέψαντος τὴν Σωὴν. ἕτερος τῶν ἀδελφῶν ὁ Κωνσταντῖνος καθίσταται τούτου διάδοχος, καὶ Γεώργιος ὁ λοιπὸς πρωτοβεστιάριος γίνεται. τοῦ Συμεὼν, ὡς εἴπομεν, τὸ μοναχικὸν ἐνδυσαμένου σχῆμα. Ἐλευθεροῖ δὲ καὶ τοὺς καθειργμένους Ἀντιοχεῖς τῆς χρονίας καθείρξεως ὁ [Ρ Τθ] βασιλεὺς, ἀναγαγών καὶ πρὸς τὸ τοῦ Καίσαρος περίοπτον ὕψος Μιχαὴλ τὸν τῆς ἐαυτοῦ ἀδελφῆς Μαρίας υἱόν. Λποκλαιόμενος δὲ καὶ τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἄχρι τέλους διετέλεσεν ἀμαρτάδα, τὸν Θεὸν ἱλασκόμενος ὅιὰ ἀγαθοεργιῶν καὶ τῶν εἰς τοὺς πένητας μεταδόσεων, μοναστήριά τε ἑκ καινῆς ἀνεγείρων καὶ μοναχοὺς ἐγκατοικίζων, καὶ ἄλλας πράξεις ἐπιτελῶν οὐ μεμπτάς. Αὖται δ´ ἓνῆσαν ἀνύσιμοι, εἰ τήν τε βασιλείαν ἀπέῤῥιψε δι´ ἧν τὰ τοσαῦτα κακὰ καὶ τὴν μοιχαλίδα ἀπώσατο, καὶ καθ´ ἑαυτὸν ἀπικλαίετο τὴν ἀμαρτίαν. Τούτων δὲ μηδὲν πεπραχὼς, ἀλλ´ ἑκαίνᾳ τε συνὼν καὶ τῆς βασιλείας ὁλοσχερῶς ἀντεχόμενος κἀκ τῶν δημοσίων καὶ κοινῶν τὰς δοθσας εὐποιίας ἀποπληρῶν, εἶθ´ ὑπολαμβάνων τυχεῖν συγχωρήσεως, ἀνόητον ἐλογίζετο τὸ Θεῖον καὶ ἄδικον, ἀλλοτρίοις χρήμασιν ὡνούμενον τὴν μετάνοιαν Τῳ δὲ σφμγ ἔτει, ἰνδικτιῶνος γʹ, Μαίῳ μηνὶ, Ἀφροι καὶ Σικελοὶ καταδραμόντες τὰς Κυκλάδας καὶ τὰ τοῦ Θρφκησίου παράλια τελευταῖον κατιπολεμήθησαν ὑπὸ τῶν ἐκεῖσε φυλαττόντων, καὶ πεντακόσιοι μὲν ζῶντες ὡς βασιλέα ἥχθησαν, οἱ δὲ λοιποὶ πάντες ἀνεσκολοπίσθησαν ἐν τῇ παραλίᾳ ἀπὸ Ἀτραμωυτίου καὶ μέχρι Στροβίλου. Πέμπει δὲ καὶ πρεσβευτὴν ἐς Σικελίαν Ἰωάννης Γεώργιον τὸν ΙΙροβατᾶν, περὶ εἰρήνης διαλεξόμενον τῷ ταύτης ἀμηρεύντι·